Η Καινή Διαθήκη (Nestle-Aland
έκδοση 26η, 1979)
Κείμενο

Κεφάλαιο  Χωρίο Κείμενο  Ματθαίος  Μάρκος  Λουκάς  Ιωάννης 
Ματθαίος:21  28  τι δε υμιν δοκει ανθρωπος ειχεν τεκνα δυο και προσελθων τω πρωτω ειπεν τεκνον υπαγε σημερον εργαζου εν τω αμπελωνι  21:28-32       
  29  ο δε αποκριθεις ειπεν ου θελω υστερον δε μεταμεληθεις απηλθεν  21:28-32       
  30  προσελθων δε τω ετερω ειπεν ωσαυτως ο δε αποκριθεις ειπεν εγω κυριε και ουκ απηλθεν  21:28-32       
  31  τις εκ των δυο εποιησεν το θελημα του πατρος λεγουσιν ο πρωτος λεγει αυτοις ο ιησους αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμας εις την βασιλειαν του θεου  21:28-32       
  32  ηλθεν γαρ ιωαννης προς υμας εν οδω δικαιοσυνης και ουκ επιστευσατε αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεις δε ιδοντες ουδε μετεμεληθητε υστερον του πιστευσαι αυτω  21:28-32