Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 και εν αυτη τη ημερα ο βασιλευς αρταξερξης εδωρησατο εσθηρ οσα υπηρχεν αμαν τω διαβολω και μαρδοχαιος προσεκληθη υπο του βασιλεως υπεδειξεν γαρ εσθηρ οτι ενοικειωται αυτη 
2 ελαβεν δε ο βασιλευς τον δακτυλιον ον αφειλατο αμαν και εδωκεν αυτον μαρδοχαιω και κατεστησεν εσθηρ μαρδοχαιον επι παντων των αμαν 
3 και προσθεισα ελαλησεν προς τον βασιλεα και προσεπεσεν προς τους ποδας αυτου και ηξιου αφελειν την αμαν κακιαν και οσα εποιησεν τοις ιουδαιοις 
4 εξετεινεν δε ο βασιλευς εσθηρ την ραβδον την χρυσην εξηγερθη δε εσθηρ παρεστηκεναι τω βασιλει 
5 και ειπεν εσθηρ ει δοκει σοι και ευρον χαριν πεμφθητω αποστραφηναι τα γραμματα τα απεσταλμενα υπο αμαν τα γραφεντα απολεσθαι τους ιουδαιους οι εισιν εν τη βασιλεια σου 
6 πως γαρ δυνησομαι ιδειν την κακωσιν του λαου μου και πως δυνησομαι σωθηναι εν τη απωλεια της πατριδος μου 
7 και ειπεν ο βασιλευς προς εσθηρ ει παντα τα υπαρχοντα αμαν εδωκα και εχαρισαμην σοι και αυτον εκρεμασα επι ξυλου οτι τας χειρας επηνεγκε τοις ιουδαιοις τι ετι επιζητεις 
8 γραψατε και υμεις εκ του ονοματος μου ως δοκει υμιν και σφραγισατε τω δακτυλιω μου οσα γαρ γραφεται του βασιλεως επιταξαντος και σφραγισθη τω δακτυλιω μου ουκ εστιν αυτοις αντειπειν 
9 εκληθησαν δε οι γραμματεις εν τω πρωτω μηνι ος εστι νισα τριτη και εικαδι του αυτου ετους και εγραφη τοις ιουδαιοις οσα ενετειλατο τοις οικονομοις και τοις αρχουσιν των σατραπων απο της ινδικης εως της αιθιοπιας εκατον εικοσι επτα σατραπειαις κατα χωραν και χωραν κατα την εαυτων λεξιν 
10 εγραφη δε δια του βασιλεως και εσφραγισθη τω δακτυλιω αυτου και εξαπεστειλαν τα γραμματα δια βιβλιαφορων 
11 ως επεταξεν αυτοις χρησθαι τοις νομοις αυτων εν παση πολει βοηθησαι τε αυτοις και χρησθαι τοις αντιδικοις αυτων και τοις αντικειμενοις αυτων ως βουλονται 
12 εν ημερα μια εν παση τη βασιλεια αρταξερξου τη τρισκαιδεκατη του δωδεκατου μηνος ος εστιν αδαρ 
13 τα δε αντιγραφα εκτιθεσθωσαν οφθαλμοφανως εν παση τη βασιλεια ετοιμους τε ειναι παντας τους ιουδαιους εις ταυτην την ημεραν πολεμησαι αυτων τους υπεναντιους 
14 οι μεν ουν ιππεις εξηλθον σπευδοντες τα υπο του βασιλεως λεγομενα επιτελειν εξετεθη δε το προσταγμα και εν σουσοις 
15 ο δε μαρδοχαιος εξηλθεν εστολισμενος την βασιλικην στολην και στεφανον εχων χρυσουν και διαδημα βυσσινον πορφυρουν ιδοντες δε οι εν σουσοις εχαρησαν 
16 τοις δε ιουδαιοις εγενετο φως και ευφροσυνη 
17 κατα πολιν και χωραν ου αν εξετεθη το προσταγμα ου αν εξετεθη το εκθεμα χαρα και ευφροσυνη τοις ιουδαιοις κωθων και ευφροσυνη και πολλοι των εθνων περιετεμοντο και ιουδαιζον δια τον φοβον των ιουδαιων 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας