Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 υπολαβων δε ιωβ λεγει 
2 εως τινος εγκοπον ποιησετε ψυχην μου και καθαιρειτε με λογοις 
3 γνωτε μονον οτι ο κυριος εποιησε με ουτως καταλαλειτε μου ουκ αισχυνομενοι με επικεισθε μοι 
4 ναι δη επ' αληθειας εγω επλανηθην παρ' εμοι δε αυλιζεται πλανος [4α] λαλησαι ρημα ο ουκ εδει τα δε ρηματα μου πλαναται και ουκ επι καιρου 
5 εα δε οτι επ' εμοι μεγαλυνεσθε εναλλεσθε δε μοι ονειδει 
6 γνωτε ουν οτι ο κυριος εστιν ο ταραξας οχυρωμα δε αυτου επ' εμε υψωσεν 
7 ιδου γελω ονειδει και ου λαλησω κεκραξομαι και ουδαμου κριμα 
8 κυκλω περιωκοδομημαι και ου μη διαβω επι προσωπον μου σκοτος εθετο 
9 την δε δοξαν απ' εμου εξεδυσεν αφειλεν δε στεφανον απο κεφαλης μου 
10 διεσπασεν με κυκλω και ωχομην εξεκοψεν δε ωσπερ δενδρον την ελπιδα μου 
11 δεινως δε μοι οργη εχρησατο ηγησατο δε με ωσπερ εχθρον Job 13:24, Job 16:9, Job 33:10, Lam 2:5
12 ομοθυμαδον δε ηλθον τα πειρατηρια αυτου επ' εμοι ταις οδοις μου εκυκλωσαν με εγκαθετοι 
13 απ' εμου δε αδελφοι μου απεστησαν εγνωσαν αλλοτριους η εμε φιλοι δε μου ανελεημονες γεγονασιν Psa 31:11, Psa 38:11, Psa 69:8, Psa 88:8
14 ου προσεποιησαντο με οι εγγυτατοι μου και οι ειδοτες μου το ονομα επελαθοντο μου 
15 γειτονες οικιας θεραπαιναι τε μου αλλογενης ημην εναντιον αυτων 
16 θεραποντα μου εκαλεσα και ουχ υπηκουσεν στομα δε μου εδεετο 
17 και ικετευον την γυναικα μου προσεκαλουμην δε κολακευων υιους παλλακιδων μου 
18 οι δε εις τον αιωνα με απεποιησαντο οταν αναστω κατ' εμου λαλουσιν Job 30:1
19 εβδελυξαντο δε με οι ειδοτες με ους δη ηγαπηκειν επανεστησαν μοι Psa 41:9, Psa 55:13
20 εν δερματι μου εσαπησαν αι σαρκες μου τα δε οστα μου εν οδουσιν εχεται Job 30:30, Psa 102:5, Lam 4:8
21 ελεησατε με ελεησατε με ω φιλοι χειρ γαρ κυριου η αψαμενη μου εστιν 
22 δια τι δε με διωκετε ωσπερ και ο κυριος απο δε σαρκων μου ουκ εμπιπλασθε 
23 τις γαρ αν δωη γραφηναι τα ρηματα μου τεθηναι δε αυτα εν βιβλιω εις τον αιωνα 
24 εν γραφειω σιδηρω και μολιβω η εν πετραις εγγλυφηναι 
25 οιδα γαρ οτι αεναος εστιν ο εκλυειν με μελλων επι γης 
26 αναστησαι το δερμα μου το ανατλων ταυτα παρα γαρ κυριου ταυτα μοι συνετελεσθη 
27 α εγω εμαυτω συνεπισταμαι α ο οφθαλμος μου εορακεν και ουκ αλλος παντα δε μοι συντετελεσται εν κολπω 
28 ει δε και ερειτε τι ερουμεν εναντι αυτου και ριζαν λογου ευρησομεν εν αυτω 
29 ευλαβηθητε δη και υμεις απο επικαλυμματος θυμος γαρ επ' ανομους επελευσεται και τοτε γνωσονται που εστιν αυτων η υλη 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας