Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 διαθηκην εθεμην τοις οφθαλμοις μου και ου συνησω επι παρθενον 
2 και τι εμερισεν ο θεος απανωθεν και κληρονομια ικανου εξ υψιστων 
3 ουχι απωλεια τω αδικω και απαλλοτριωσις τοις ποιουσιν ανομιαν 
4 ουχι αυτος οψεται οδον μου και παντα τα διαβηματα μου εξαριθμησεται 2 Chr 16:9, Job 34:21, Prov 5:21, Prov 15:3, Jer 32:19
5 ει δε ημην πεπορευμενος μετα γελοιαστων ει δε και εσπουδασεν ο πους μου εις δολον 
6 ισταιη με αρα εν ζυγω δικαιω οιδεν δε ο κυριος την ακακιαν μου 
7 ει εξεκλινεν ο πους μου εκ της οδου ει δε και τω οφθαλμω επηκολουθησεν η καρδια μου ει δε και ταις χερσιν μου ηψαμην δωρων 
8 σπειραιμι αρα και αλλοι φαγοισαν αρριζος δε γενοιμην επι γης 
9 ει εξηκολουθησεν η καρδια μου γυναικι ανδρος ετερου ει και εγκαθετος εγενομην επι θυραις αυτης Job 24:15, Prov 7:25
10 αρεσαι αρα και η γυνη μου ετερω τα δε νηπια μου ταπεινωθειη 
11 θυμος γαρ οργης ακατασχετος το μιαναι ανδρος γυναικα 
12 πυρ γαρ εστιν καιομενον επι παντων των μερων ου δ' αν επελθη εκ ριζων απωλεσεν 
13 ει δε και εφαυλισα κριμα θεραποντος μου η θεραπαινης κρινομενων αυτων προς με 
14 τι γαρ ποιησω εαν ετασιν μου ποιησηται ο κυριος εαν δε και επισκοπην τινα αποκρισιν ποιησομαι Psa 44:21
15 ποτερον ουχ ως και εγω εγενομην εν γαστρι και εκεινοι γεγονασιν γεγοναμεν δε εν τη αυτη κοιλια Job 34:19, Prov 14:31, Prov 17:5
16 αδυνατοι δε χρειαν ην ποτ' ειχον ουκ απετυχον χηρας δε τον οφθαλμον ουκ εξετηξα 
17 ει δε και τον ψωμον μου εφαγον μονος και ουχι ορφανω μετεδωκα 
18 οτι εκ νεοτητος μου εξετρεφον ως πατηρ και εκ γαστρος μητρος μου ωδηγησα 
19 ει δε και υπερειδον γυμνον απολλυμενον και ουκ ημφιασα 
20 αδυνατοι δε ει μη ευλογησαν με απο δε κουρας αμνων μου εθερμανθησαν οι ωμοι αυτων 
21 ει επηρα ορφανω χειρα πεποιθως οτι πολλη μοι βοηθεια περιεστιν 
22 αποσταιη αρα ο ωμος μου απο της κλειδος ο δε βραχιων μου απο του αγκωνος μου συντριβειη 
23 φοβος γαρ κυριου συνεσχεν με και απο του λημματος αυτου ουχ υποισω 
24 ει εταξα χρυσιον ισχυν μου ει δε και λιθω πολυτελει επεποιθησα Mark 10:24, 1 Tim 6:17
25 ει δε και ευφρανθην πολλου πλουτου μοι γενομενου ει δε και επ' αναριθμητοις εθεμην χειρα μου Psa 62:10
26 η ουχ ορω μεν ηλιον τον επιφαυσκοντα εκλειποντα σεληνην δε φθινουσαν ου γαρ επ' αυτοις εστιν Deut 4:19
27 και ει ηπατηθη λαθρα η καρδια μου ει δε και χειρα μου επιθεις επι στοματι μου εφιλησα 
28 και τουτο μοι αρα ανομια η μεγιστη λογισθειη οτι εψευσαμην εναντιον κυριου του υψιστου 
29 ει δε και επιχαρης εγενομην πτωματι εχθρων μου και ειπεν η καρδια μου ευγε Prov 17:5
30 ακουσαι αρα το ους μου την καταραν μου θρυληθειην δε αρα υπο λαου μου κακουμενος Matt 5:44, Rom 12:14
31 ει δε και πολλακις ειπον αι θεραπαιναι μου τις αν δωη ημιν των σαρκων αυτου πλησθηναι λιαν μου χρηστου οντος 
32 εξω δε ουκ ηυλιζετο ξενος η δε θυρα μου παντι ελθοντι ανεωκτο Heb 13:2, 1 Pet 4:9
33 ει δε και αμαρτων ακουσιως εκρυψα την αμαρτιαν μου 
34 ου γαρ διετραπην πολυοχλιαν πληθους του μη εξαγορευσαι ενωπιον αυτων ει δε και ειασα αδυνατον εξελθειν θυραν μου κολπω κενω 
35 τις δωη ακουοντα μου χειρα δε κυριου ει μη εδεδοικειν συγγραφην δε ην ειχον κατα τινος 
36 επ' ωμοις αν περιθεμενος στεφανον ανεγινωσκον 
37 και ει μη ρηξας αυτην απεδωκα ουθεν λαβων παρα χρεοφειλετου 
38 ει επ' εμοι ποτε η γη εστεναξεν ει δε και οι αυλακες αυτης εκλαυσαν ομοθυμαδον 
39 ει δε και την ισχυν αυτης εφαγον μονος ανευ τιμης ει δε και ψυχην κυριου της γης εκβαλων ελυπησα 
40 αντι πυρου αρα εξελθοι μοι κνιδη αντι δε κριθης βατος και επαυσατο ιωβ ρημασιν 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας