Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 και απεκριθη κυριος ο θεος τω ιωβ και ειπεν 
2 μη κρισιν μετα ικανου εκκλινει ελεγχων θεον αποκριθησεται αυτην 
3 υπολαβων δε ιωβ λεγει τω κυριω 
4 τι ετι εγω κρινομαι νουθετουμενος και ελεγχων κυριον ακουων τοιαυτα ουθεν ων εγω δε τινα αποκρισιν δω προς ταυτα χειρα θησω επι στοματι μου Psa 39:9
5 απαξ λελαληκα επι δε τω δευτερω ου προσθησω 
6 ετι δε υπολαβων ο κυριος ειπεν τω ιωβ εκ του νεφους 
7 μη αλλα ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι 
8 μη αποποιου μου το κριμα οιει δε με αλλως σοι κεχρηματικεναι η ινα αναφανης δικαιος Psa 51:4, Rom 3:4
9 η βραχιων σοι εστιν κατα του κυριου η φωνη κατ' αυτον βροντας 
10 αναλαβε δη υψος και δυναμιν δοξαν δε και τιμην αμφιεσαι 
11 αποστειλον δε αγγελους οργη παν δε υβριστην ταπεινωσον 
12 υπερηφανον δε σβεσον σηψον δε ασεβεις παραχρημα 
13 κρυψον δε εις γην εξω ομοθυμαδον τα δε προσωπα αυτων ατιμιας εμπλησον 
14 ομολογησω αρα οτι δυναται η δεξια σου σωσαι 
15 αλλα δη ιδου θηρια παρα σοι χορτον ισα βουσιν εσθιει 
16 ιδου δη ισχυς αυτου επ' οσφυι η δε δυναμις επ' ομφαλου γαστρος 
17 εστησεν ουραν ως κυπαρισσον τα δε νευρα αυτου συμπεπλεκται 
18 αι πλευραι αυτου πλευραι χαλκειαι η δε ραχις αυτου σιδηρος χυτος 
19 τουτ' εστιν αρχη πλασματος κυριου πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων αυτου 
20 επελθων δε επ' ορος ακροτομον εποιησεν χαρμονην τετραποσιν εν τω ταρταρω 
21 υπο παντοδαπα δενδρα κοιμαται παρα παπυρον και καλαμον και βουτομον 
22 σκιαζονται δε εν αυτω δενδρα μεγαλα συν ραδαμνοις και κλωνες αγνου 
23 εαν γενηται πλημμυρα ου μη αισθηθη πεποιθεν οτι προσκρουσει ο ιορδανης εις το στομα αυτου 
24 εν τω οφθαλμω αυτου δεξεται αυτον ενσκολιευομενος τρησει ρινα 
25 αξεις δε δρακοντα εν αγκιστρω περιθησεις δε φορβεαν περι ρινα αυτου 
26 ει δησεις κρικον εν τω μυκτηρι αυτου ψελιω δε τρυπησεις το χειλος αυτου 
27 λαλησει δε σοι δεησει ικετηρια μαλακως 
28 θησεται δε διαθηκην μετα σου λημψη δε αυτον δουλον αιωνιον 
29 παιξη δε εν αυτω ωσπερ ορνεω η δησεις αυτον ωσπερ στρουθιον παιδιω 
30 ενσιτουνται δε εν αυτω εθνη μεριτευονται δε αυτον φοινικων γενη 
31 παν δε πλωτον συνελθον ου μη ενεγκωσιν βυρσαν μιαν ουρας αυτου και εν πλοιοις αλιεων κεφαλην αυτου 
32 επιθησεις δε αυτω χειρα μνησθεις πολεμον τον γινομενον εν σωματι αυτου και μηκετι γινεσθω 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας