Language
 Γλώσσα  
 The Old Testament
 of Septuagint 
 Book   Chapter   Font
 size 

1 προσευχη του δαυιδ εισακουσον κυριε της δικαιοσυνης μου προσχες τη δεησει μου ενωτισαι της προσευχης μου ουκ εν χειλεσιν δολιοις 
2 εκ προσωπου σου το κριμα μου εξελθοι οι οφθαλμοι μου ιδετωσαν ευθυτητας Job 22:2, Job 35:7, Psa 50:9, Rom 11:35
3 εδοκιμασας την καρδιαν μου επεσκεψω νυκτος επυρωσας με και ουχ ευρεθη εν εμοι αδικια 
4 οπως αν μη λαληση το στομα μου τα εργα των ανθρωπων δια τους λογους των χειλεων σου εγω εφυλαξα οδους σκληρας 
5 καταρτισαι τα διαβηματα μου εν ταις τριβοις σου ινα μη σαλευθωσιν τα διαβηματα μου Lam 3:24
6 εγω εκεκραξα οτι επηκουσας μου ο θεος κλινον το ους σου εμοι και εισακουσον των ρηματων μου 
7 θαυμαστωσον τα ελεη σου ο σωζων τους ελπιζοντας επι σε εκ των ανθεστηκοτων τη δεξια σου 
8 φυλαξον με ως κοραν οφθαλμου εν σκεπη των πτερυγων σου σκεπασεις με Acts 2:25
9 απο προσωπου ασεβων των ταλαιπωρησαντων με οι εχθροι μου την ψυχην μου περιεσχον 
10 το στεαρ αυτων συνεκλεισαν το στομα αυτων ελαλησεν υπερηφανιαν Acts 2:31, Acts 13:35
11 εκβαλλοντες με νυνι περιεκυκλωσαν με τους οφθαλμους αυτων εθεντο εκκλιναι εν τη γη 
12 υπελαβον με ωσει λεων ετοιμος εις θηραν και ωσει σκυμνος οικων εν αποκρυφοις 
13 αναστηθι κυριε προφθασον αυτους και υποσκελισον αυτους ρυσαι την ψυχην μου απο ασεβους ρομφαιαν σου απο εχθρων της χειρος σου 
14 κυριε απο ολιγων απο γης διαμερισον αυτους εν τη ζωη αυτων και των κεκρυμμενων σου επλησθη η γαστηρ αυτων εχορτασθησαν υιων και αφηκαν τα καταλοιπα τοις νηπιοις αυτων 
15 εγω δε εν δικαιοσυνη οφθησομαι τω προσωπω σου χορτασθησομαι εν τω οφθηναι την δοξαν σου 


Text in MS Word document format Other texts: Vamvas