Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 εις το τελος ψαλμος τω δαυιδ 
2 μακαριος ο συνιων επι πτωχον και πενητα εν ημερα πονηρα ρυσεται αυτον ο κυριος 
3 κυριος διαφυλαξαι αυτον και ζησαι αυτον και μακαρισαι αυτον εν τη γη και μη παραδωη αυτον εις χειρας εχθρου αυτου 
4 κυριος βοηθησαι αυτω επι κλινης οδυνης αυτου ολην την κοιτην αυτου εστρεψας εν τη αρρωστια αυτου 
5 εγω ειπα κυριε ελεησον με ιασαι την ψυχην μου οτι ημαρτον σοι 
6 οι εχθροι μου ειπαν κακα μοι ποτε αποθανειται και απολειται το ονομα αυτου Heb 10:5
7 και ει εισεπορευετο του ιδειν ματην ελαλει η καρδια αυτου συνηγαγεν ανομιαν εαυτω εξεπορευετο εξω και ελαλει 
8 επι το αυτο κατ' εμου εψιθυριζον παντες οι εχθροι μου κατ' εμου ελογιζοντο κακα μοι Psa 37:31, Isa 51:7
9 λογον παρανομον κατεθεντο κατ' εμου μη ο κοιμωμενος ουχι προσθησει του αναστηναι Psa 35:18, Psa 111:1
10 και γαρ ο ανθρωπος της ειρηνης μου εφ' ον ηλπισα ο εσθιων αρτους μου εμεγαλυνεν επ' εμε πτερνισμον 
11 συ δε κυριε ελεησον με και αναστησον με και ανταποδωσω αυτοις 
12 εν τουτω εγνων οτι τεθεληκας με οτι ου μη επιχαρη ο εχθρος μου επ' εμε 
13 εμου δε δια την ακακιαν αντελαβου και εβεβαιωσας με ενωπιον σου εις τον αιωνα 
14 ευλογητος κυριος ο θεος ισραηλ απο του αιωνος και εις τον αιωνα γενοιτο γενοιτο Psa 35:4, Psa 35:26, Psa 70:2, Psa 71:13


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας