Language
 Γλώσσα  
 The Old Testament
 of Septuagint 
 Book   Chapter   Font
 size 

1 εις το τελος εις συνεσιν τοις υιοις κορε 
2 ον τροπον επιποθει η ελαφος επι τας πηγας των υδατων ουτως επιποθει η ψυχη μου προς σε ο θεος 
3 εδιψησεν η ψυχη μου προς τον θεον τον ζωντα ποτε ηξω και οφθησομαι τω προσωπω του θεου 
4 εγενηθη μοι τα δακρυα μου αρτος ημερας και νυκτος εν τω λεγεσθαι μοι καθ' εκαστην ημεραν που εστιν ο θεος σου 
5 ταυτα εμνησθην και εξεχεα επ' εμε την ψυχην μου οτι διελευσομαι εν τοπω σκηνης θαυμαστης εως του οικου του θεου εν φωνη αγαλλιασεως και εξομολογησεως ηχου εορταζοντος 
6 ινα τι περιλυπος ει ψυχη και ινα τι συνταρασσεις με ελπισον επι τον θεον οτι εξομολογησομαι αυτω σωτηριον του προσωπου μου ο θεος μου 
7 προς εμαυτον η ψυχη μου εταραχθη δια τουτο μνησθησομαι σου εκ γης ιορδανου και ερμωνιιμ απο ορους μικρου 
8 αβυσσος αβυσσον επικαλειται εις φωνην των καταρρακτων σου παντες οι μετεωρισμοι σου και τα κυματα σου επ' εμε διηλθον 
9 ημερας εντελειται κυριος το ελεος αυτου και νυκτος ωδη παρ' εμοι προσευχη τω θεω της ζωης μου John 13:18
10 ερω τω θεω αντιλημπτωρ μου ει δια τι μου επελαθου ινα τι σκυθρωπαζων πορευομαι εν τω εκθλιβειν τον εχθρον μου 
11 εν τω καταθλασαι τα οστα μου ωνειδισαν με οι θλιβοντες με εν τω λεγειν αυτους μοι καθ' εκαστην ημεραν που εστιν ο θεος σου 
12 ινα τι περιλυπος ει ψυχη και ινα τι συνταρασσεις με ελπισον επι τον θεον οτι εξομολογησομαι αυτω η σωτηρια του προσωπου μου ο θεος μου 


Text in MS Word document format Other texts: Vamvas