Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 εις το τελος ψαλμος τω δαυιδ ωδη ιερεμιου και ιεζεκιηλ εκ του λογου της παροικιας οτε εμελλον εκπορευεσθαι 
2 σοι πρεπει υμνος ο θεος εν σιων και σοι αποδοθησεται ευχη εν ιερουσαλημ 
3 εισακουσον προσευχης μου προς σε πασα σαρξ ηξει 
4 λογοι ανομιων υπερεδυναμωσαν ημας και τας ασεβειας ημων συ ιλαση Psa 11:2
5 μακαριος ον εξελεξω και προσελαβου κατασκηνωσει εν ταις αυλαις σου πλησθησομεθα εν τοις αγαθοις του οικου σου αγιος ο ναος σου θαυμαστος εν δικαιοσυνη 
6 επακουσον ημων ο θεος ο σωτηρ ημων η ελπις παντων των περατων της γης και εν θαλασση μακραν 
7 ετοιμαζων ορη εν τη ισχυι αυτου περιεζωσμενος εν δυναστεια 
8 ο συνταρασσων το κυτος της θαλασσης ηχους κυματων αυτης ταραχθησονται τα εθνη 
9 και φοβηθησονται οι κατοικουντες τα περατα απο των σημειων σου εξοδους πρωιας και εσπερας τερψεις 
10 επεσκεψω την γην και εμεθυσας αυτην επληθυνας του πλουτισαι αυτην ο ποταμος του θεου επληρωθη υδατων ητοιμασας την τροφην αυτων οτι ουτως η ετοιμασια σου 
11 τους αυλακας αυτης μεθυσον πληθυνον τα γενηματα αυτης εν ταις σταγοσιν αυτης ευφρανθησεται ανατελλουσα 
12 ευλογησεις τον στεφανον του ενιαυτου της χρηστοτητος σου και τα πεδια σου πλησθησονται πιοτητος 
13 πιανθησονται τα ωραια της ερημου και αγαλλιασιν οι βουνοι περιζωσονται 
14 ενεδυσαντο οι κριοι των προβατων και αι κοιλαδες πληθυνουσι σιτον κεκραξονται και γαρ υμνησουσιν 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας