Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 παροιμιαι σαλωμωντος υιου δαυιδ ος εβασιλευσεν εν ισραηλ 
2 γνωναι σοφιαν και παιδειαν νοησαι τε λογους φρονησεως 
3 δεξασθαι τε στροφας λογων νοησαι τε δικαιοσυνην αληθη και κριμα κατευθυνειν 
4 ινα δω ακακοις πανουργιαν παιδι δε νεω αισθησιν τε και εννοιαν 
5 τωνδε γαρ ακουσας σοφος σοφωτερος εσται ο δε νοημων κυβερνησιν κτησεται 
6 νοησει τε παραβολην και σκοτεινον λογον ρησεις τε σοφων και αινιγματα 
7 αρχη σοφιας φοβος θεου συνεσις δε αγαθη πασι τοις ποιουσιν αυτην ευσεβεια δε εις θεον αρχη αισθησεως σοφιαν δε και παιδειαν ασεβεις εξουθενησουσιν Job 28:28, Psa 111:10, Prov 9:10, Eccl 12:13
8 ακουε υιε παιδειαν πατρος σου και μη απωση θεσμους μητρος σου 
9 στεφανον γαρ χαριτων δεξη ση κορυφη και κλοιον χρυσεον περι σω τραχηλω 
10 υιε μη σε πλανησωσιν ανδρες ασεβεις μηδε βουληθης εαν παρακαλεσωσι σε λεγοντες Prov 4:14
11 ελθε μεθ' ημων κοινωνησον αιματος κρυψωμεν δε εις γην ανδρα δικαιον αδικως 
12 καταπιωμεν δε αυτον ωσπερ αδης ζωντα και αρωμεν αυτου την μνημην εκ γης 
13 την κτησιν αυτου την πολυτελη καταλαβωμεθα πλησωμεν δε οικους ημετερους σκυλων 
14 τον δε σον κληρον βαλε εν ημιν κοινον δε βαλλαντιον κτησωμεθα παντες και μαρσιππιον εν γενηθητω ημιν 
15 μη πορευθης εν οδω μετ' αυτων εκκλινον δε τον ποδα σου εκ των τριβων αυτων 
16 οι γαρ ποδες αυτων εις κακιαν τρεχουσιν και ταχινοι του εκχεαι αιμα Isa 59:7, Rom 3:15
17 ου γαρ αδικως εκτεινεται δικτυα πτερωτοις 
18 αυτοι γαρ οι φονου μετεχοντες θησαυριζουσιν εαυτοις κακα η δε καταστροφη ανδρων παρανομων κακη 
19 αυται αι οδοι εισιν παντων των συντελουντων τα ανομα τη γαρ ασεβεια την εαυτων ψυχην αφαιρουνται 
20 σοφια εν εξοδοις υμνειται εν δε πλατειαις παρρησιαν αγει 
21 επ' ακρων δε τειχεων κηρυσσεται επι δε πυλαις δυναστων παρεδρευει επι δε πυλαις πολεως θαρρουσα λεγει 
22 οσον αν χρονον ακακοι εχωνται της δικαιοσυνης ουκ αισχυνθησονται οι δε αφρονες της υβρεως οντες επιθυμηται ασεβεις γενομενοι εμισησαν αισθησιν 
23 και υπευθυνοι εγενοντο ελεγχοις ιδου προησομαι υμιν εμης πνοης ρησιν διδαξω δε υμας τον εμον λογον 
24 επειδη εκαλουν και ουχ υπηκουσατε και εξετεινον λογους και ου προσειχετε Isa 65:12, Isa 66:4, Jer 13:10
25 αλλα ακυρους εποιειτε εμας βουλας τοις δε εμοις ελεγχοις ηπειθησατε 
26 τοιγαρουν καγω τη υμετερα απωλεια επιγελασομαι καταχαρουμαι δε ηνικα αν ερχηται υμιν ολεθρος 
27 και ως αν αφικηται υμιν αφνω θορυβος η δε καταστροφη ομοιως καταιγιδι παρη και οταν ερχηται υμιν θλιψις και πολιορκια η οταν ερχηται υμιν ολεθρος Job 27:9, Job 35:12, Isa 1:15, Jer 11:11, Jer 14:12, Ezek 8:18, Mic 3:4
28 εσται γαρ οταν επικαλεσησθε με εγω δε ουκ εισακουσομαι υμων ζητησουσιν με κακοι και ουχ ευρησουσιν 
29 εμισησαν γαρ σοφιαν τον δε φοβον του κυριου ου προειλαντο 
30 ουδε ηθελον εμαις προσεχειν βουλαις εμυκτηριζον δε εμους ελεγχους 
31 τοιγαρουν εδονται της εαυτων οδου τους καρπους και της εαυτων ασεβειας πλησθησονται 
32 ανθ' ων γαρ ηδικουν νηπιους φονευθησονται και εξετασμος ασεβεις ολει 
33 ο δε εμου ακουων κατασκηνωσει επ' ελπιδι και ησυχασει αφοβως απο παντος κακου 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας