Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 ο αγαπων παιδειαν αγαπα αισθησιν ο δε μισων ελεγχους αφρων 
2 κρεισσων ο ευρων χαριν παρα κυριω ανηρ δε παρανομος παρασιωπηθησεται 
3 ου κατορθωσει ανθρωπος εξ ανομου αι δε ριζαι των δικαιων ουκ εξαρθησονται Prov 10:25
4 γυνη ανδρεια στεφανος τω ανδρι αυτης ωσπερ δε εν ξυλω σκωληξ ουτως ανδρα απολλυσιν γυνη κακοποιος 1 Cor 11:7
5 λογισμοι δικαιων κριματα κυβερνωσιν δε ασεβεις δολους 
6 λογοι ασεβων δολιοι στομα δε ορθων ρυσεται αυτους Prov 1:11, Prov 1:18, Prov 11:9
7 ου εαν στραφη ασεβης αφανιζεται οικοι δε δικαιων παραμενουσιν Psa 37:36, Prov 11:21
8 στομα συνετου εγκωμιαζεται υπο ανδρος νωθροκαρδιος δε μυκτηριζεται 
9 κρεισσων ανηρ εν ατιμια δουλευων εαυτω η τιμην εαυτω περιτιθεις και προσδεομενος αρτου Prov 13:7
10 δικαιος οικτιρει ψυχας κτηνων αυτου τα δε σπλαγχνα των ασεβων ανελεημονα Deut 25:4
11 ο εργαζομενος την εαυτου γην εμπλησθησεται αρτων οι δε διωκοντες ματαια ενδεεις φρενων [11α] ος εστιν ηδυς εν οινων διατριβαις εν τοις εαυτου οχυρωμασιν καταλειψει ατιμιαν Prov 28:19
12 επιθυμιαι ασεβων κακαι αι δε ριζαι των ευσεβων εν οχυρωμασιν 
13 δι' αμαρτιαν χειλεων εμπιπτει εις παγιδας αμαρτωλος εκφευγει δε εξ αυτων δικαιος [13α] ο βλεπων λεια ελεηθησεται ο δε συναντων εν πυλαις εκθλιψει ψυχας Prov 10:14, Prov 18:7
14 απο καρπων στοματος ψυχη ανδρος πλησθησεται αγαθων ανταποδομα δε χειλεων αυτου δοθησεται αυτω Prov 13:2
15 οδοι αφρονων ορθαι ενωπιον αυτων εισακουει δε συμβουλιας σοφος Prov 3:7
16 αφρων αυθημερον εξαγγελλει οργην αυτου κρυπτει δε την εαυτου ατιμιαν πανουργος 
17 επιδεικνυμενην πιστιν απαγγελλει δικαιος ο δε μαρτυς των αδικων δολιος Prov 14:5
18 εισιν οι λεγοντες τιτρωσκουσιν μαχαιρα γλωσσαι δε σοφων ιωνται Psa 57:4, Psa 59:7, Prov 16:27
19 χειλη αληθινα κατορθοι μαρτυριαν μαρτυς δε ταχυς γλωσσαν εχει αδικον 
20 δολος εν καρδια τεκταινομενου κακα οι δε βουλομενοι ειρηνην ευφρανθησονται 
21 ουκ αρεσει τω δικαιω ουδεν αδικον οι δε ασεβεις πλησθησονται κακων 
22 βδελυγμα κυριω χειλη ψευδη ο δε ποιων πιστεις δεκτος παρ' αυτω 
23 ανηρ συνετος θρονος αισθησεως καρδια δε αφρονων συναντησεται αραις Prov 13:16, Prov 15:2
24 χειρ εκλεκτων κρατησει ευχερως δολιοι δε εσονται εις προνομην Prov 10:4
25 φοβερος λογος καρδιαν ταρασσει ανδρος δικαιου αγγελια δε αγαθη ευφραινει αυτον Prov 15:13
26 επιγνωμων δικαιος εαυτου φιλος εσται αι δε γνωμαι των ασεβων ανεπιεικεις αμαρτανοντας καταδιωξεται κακα η δε οδος των ασεβων πλανησει αυτους 
27 ουκ επιτευξεται δολιος θηρας κτημα δε τιμιον ανηρ καθαρος 
28 εν οδοις δικαιοσυνης ζωη οδοι δε μνησικακων εις θανατον 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας