Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 παντα τα εργα του ταπεινου φανερα παρα τω θεω οι δε ασεβεις εν ημερα κακη ολουνται Prov 21:2
2 ακαθαρτος παρα θεω πας υψηλοκαρδιος χειρι δε χειρας εμβαλων αδικως ουκ αθωωθησεται Prov 6:17, Prov 8:13, Prov 11:21
3 αρχη οδου αγαθης το ποιειν τα δικαια δεκτα δε παρα θεω μαλλον η θυειν θυσιας 
4 ο ζητων τον κυριον ευρησει γνωσιν μετα δικαιοσυνης οι δε ορθως ζητουντες αυτον ευρησουσιν ειρηνην Psa 37:16, Prov 15:16
5 παντα τα εργα του κυριου μετα δικαιοσυνης φυλασσεται δε ο ασεβης εις ημεραν κακην 
6 μαντειον επι χειλεσιν βασιλεως εν δε κρισει ου μη πλανηθη το στομα αυτου 
7 ροπη ζυγου δικαιοσυνη παρα κυριω τα δε εργα αυτου σταθμια δικαια Lev 19:36, Deut 25:13, Prov 11:1, Prov 20:10, Prov 20:23
8 βδελυγμα βασιλει ο ποιων κακα μετα γαρ δικαιοσυνης ετοιμαζεται θρονος αρχης 
9 δεκτα βασιλει χειλη δικαια λογους δε ορθους αγαπα 
10 θυμος βασιλεως αγγελος θανατου ανηρ δε σοφος εξιλασεται αυτον Prov 19:12, Prov 20:2
11 εν φωτι ζωης υιος βασιλεως οι δε προσδεκτοι αυτω ωσπερ νεφος οψιμον Prov 19:12
12 νοσσιαι σοφιας αιρετωτεραι χρυσιου νοσσιαι δε φρονησεως αιρετωτεραι υπερ αργυριον Job 28:15, Psa 19:10, Psa 119:72, Prov 3:14, Prov 8:11, Prov 8:19
13 τριβοι ζωης εκκλινουσιν απο κακων μηκος δε βιου οδοι δικαιοσυνης ο δεχομενος παιδειαν εν αγαθοις εσται ο δε φυλασσων ελεγχους σοφισθησεται ος φυλασσει τας εαυτου οδους τηρει την εαυτου ψυχην αγαπων δε ζωην αυτου φεισεται στοματος αυτου 
14 προ συντριβης ηγειται υβρις προ δε πτωματος κακοφροσυνη Prov 11:2, Prov 17:19
15 κρεισσων πραυθυμος μετα ταπεινωσεως η ος διαιρειται σκυλα μετα υβριστων 
16 συνετος εν πραγμασιν ευρετης αγαθων πεποιθως δε επι θεω μακαριστος Psa 2:12, Psa 34:8, Psa 125:1, Isa 30:18, Jer 17:7
17 τους σοφους και συνετους φαυλους καλουσιν οι δε γλυκεις εν λογω πλειονα ακουσονται 
18 πηγη ζωης εννοια τοις κεκτημενοις παιδεια δε αφρονων κακη Prov 13:14
19 καρδια σοφου νοησει τα απο του ιδιου στοματος επι δε χειλεσιν φορεσει επιγνωμοσυνην 
20 κηρια μελιτος λογοι καλοι γλυκασμα δε αυτων ιασις ψυχης 
21 εισιν οδοι δοκουσαι ειναι ορθαι ανδρι τα μεντοι τελευταια αυτων βλεπει εις πυθμενα αδου Prov 14:12
22 ανηρ εν πονοις πονει εαυτω και εκβιαζεται εαυτου την απωλειαν ο μεντοι σκολιος επι τω εαυτου στοματι φορει την απωλειαν 
23 ανηρ αφρων ορυσσει εαυτω κακα επι δε των εαυτου χειλεων θησαυριζει πυρ Prov 12:18
24 ανηρ σκολιος διαπεμπεται κακα και λαμπτηρα δολου πυρσευει κακοις και διαχωριζει φιλους Prov 15:18, Prov 26:21, Prov 29:22
25 ανηρ παρανομος αποπειραται φιλων και απαγει αυτους οδους ουκ αγαθας 
26 στηριζων οφθαλμους αυτου λογιζεται διεστραμμενα οριζει δε τοις χειλεσιν αυτου παντα τα κακα ουτος καμινος εστιν κακιας Prov 6:13
27 στεφανος καυχησεως γηρας εν δε οδοις δικαιοσυνης ευρισκεται 
28 κρεισσων ανηρ μακροθυμος ισχυρου ο δε κρατων οργης κρεισσων καταλαμβανομενου πολιν 
29 εις κολπους επερχεται παντα τοις αδικοις παρα δε κυριου παντα τα δικαια 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας