Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 συναχθητε και συνδεθητε το εθνος το απαιδευτον 
2 προ του γενεσθαι υμας ως ανθος παραπορευομενον προ του επελθειν εφ' υμας οργην κυριου προ του επελθειν εφ' υμας ημεραν θυμου κυριου 
3 ζητησατε τον κυριον παντες ταπεινοι γης κριμα εργαζεσθε και δικαιοσυνην ζητησατε και αποκρινεσθε αυτα οπως σκεπασθητε εν ημερα οργης κυριου 
4 διοτι γαζα διηρπασμενη εσται και ασκαλων εσται εις αφανισμον και αζωτος μεσημβριας εκριφησεται και ακκαρων εκριζωθησεται 
5 ουαι οι κατοικουντες το σχοινισμα της θαλασσης παροικοι κρητων λογος κυριου εφ' υμας χανααν γη αλλοφυλων και απολω υμας εκ κατοικιας 
6 και εσται κρητη νομη ποιμνιων και μανδρα προβατων 
7 και εσται το σχοινισμα της θαλασσης τοις καταλοιποις οικου ιουδα επ' αυτους νεμησονται εν τοις οικοις ασκαλωνος δειλης καταλυσουσιν απο προσωπου υιων ιουδα οτι επεσκεπται αυτους κυριος ο θεος αυτων και απεστρεψε την αιχμαλωσιαν αυτων 
8 ηκουσα ονειδισμους μωαβ και κονδυλισμους υιων αμμων εν οις ωνειδιζον τον λαον μου και εμεγαλυνοντο επι τα ορια μου 
9 δια τουτο ζω εγω λεγει κυριος των δυναμεων ο θεος ισραηλ διοτι μωαβ ως σοδομα εσται και οι υιοι αμμων ως γομορρα και δαμασκος εκλελειμμενη ως θιμωνια αλωνος και ηφανισμενη εις τον αιωνα και οι καταλοιποι λαου μου διαρπωνται αυτους και οι καταλοιποι εθνους μου κληρονομησουσιν αυτους 
10 αυτη αυτοις αντι της υβρεως αυτων διοτι ωνειδισαν και εμεγαλυνθησαν επι τον κυριον τον παντοκρατορα 
11 επιφανησεται κυριος επ' αυτους και εξολεθρευσει παντας τους θεους των εθνων της γης και προσκυνησουσιν αυτω εκαστος εκ του τοπου αυτου πασαι αι νησοι των εθνων 
12 και υμεις αιθιοπες τραυματιαι ρομφαιας μου εστε 
13 και εκτενει την χειρα αυτου επι βορραν και απολει τον ασσυριον και θησει την νινευη εις αφανισμον ανυδρον ως ερημον 
14 και νεμησονται εν μεσω αυτης ποιμνια και παντα τα θηρια της γης και χαμαιλεοντες και εχινοι εν τοις φατνωμασιν αυτης κοιτασθησονται και θηρια φωνησει εν τοις διορυγμασιν αυτης κορακες εν τοις πυλωσιν αυτης διοτι κεδρος το αναστημα αυτης 
15 αυτη η πολις η φαυλιστρια η κατοικουσα επ' ελπιδι η λεγουσα εν καρδια αυτης εγω ειμι και ουκ εστιν μετ' εμε ετι πως εγενηθη εις αφανισμον νομη θηριων πας ο διαπορευομενος δι' αυτης συριει και κινησει τας χειρας αυτου 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας