Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και προσκαλεσαμενος τους δωδεκα μαθητας αυτου εδωκεν αυτοις εξουσιαν πνευματων ακαθαρτων ωστε εκβαλλειν αυτα και θεραπευειν πασαν νοσον και πασαν μαλακιαν Mark 3:13, Luke 6:13, Luke 9:1
2 των δε δωδεκα αποστολων τα ονοματα εστιν ταυτα πρωτος σιμων ο λεγομενος πετρος και ανδρεας ο αδελφος αυτου και ιακωβος ο του ζεβεδαιου και ιωαννης ο αδελφος αυτου 
3 φιλιππος και βαρθολομαιος θωμας και μαθθαιος ο τελωνης ιακωβος ο του αλφαιου και θαδδαιος 
4 σιμων ο καναναιος και ιουδας ο ισκαριωτης ο και παραδους αυτον 
5 τουτους τους δωδεκα απεστειλεν ο ιησους παραγγειλας αυτοις λεγων εις οδον εθνων μη απελθητε και εις πολιν σαμαριτων μη εισελθητε 
6 πορευεσθε δε μαλλον προς τα προβατα τα απολωλοτα οικου ισραηλ Acts 3:26, Acts 13:26, Acts 13:46
7 πορευομενοι δε κηρυσσετε λεγοντες οτι ηγγικεν η βασιλεια των ουρανων Luke 9:2
8 ασθενουντας θεραπευετε νεκρους εγειρετε λεπρους καθαριζετε δαιμονια εκβαλλετε δωρεαν ελαβετε δωρεαν δοτε Luke 10:9, Acts 8:18, Acts 8:20
9 μη κτησησθε χρυσον μηδε αργυρον μηδε χαλκον εις τας ζωνας υμων Mark 6:8, Luke 9:3, Luke 22:35
10 μη πηραν εις οδον μηδε δυο χιτωνας μηδε υποδηματα μηδε ραβδον αξιος γαρ ο εργατης της τροφης αυτου Lev 19:13, Deut 24:14, Deut 25:4, Luke 10:7, 1 Cor 9:4, 1 Cor 9:14, 1 Tim 5:18
11 εις ην δ αν πολιν η κωμην εισελθητε εξετασατε τις εν αυτη αξιος εστιν κακει μεινατε εως αν εξελθητε Mark 6:10, Luke 9:4, Luke 10:8
12 εισερχομενοι δε εις την οικιαν ασπασασθε αυτην 
13 και εαν μεν η η οικια αξια ελθατω η ειρηνη υμων επ αυτην εαν δε μη η αξια η ειρηνη υμων προς υμας επιστραφητω 
14 και ος αν μη δεξηται υμας μηδε ακουση τους λογους υμων εξερχομενοι εξω της οικιας η της πολεως εκεινης εκτιναξατε τον κονιορτον των ποδων υμων Mark 6:11, Luke 9:5, Acts 13:51, Acts 18:6
15 αμην λεγω υμιν ανεκτοτερον εσται γη σοδομων και γομορρων εν ημερα κρισεως η τη πολει εκεινη Mark 6:11, Luke 10:12
16 ιδου εγω αποστελλω υμας ως προβατα εν μεσω λυκων γινεσθε ουν φρονιμοι ως οι οφεις και ακεραιοι ως αι περιστεραι Luke 10:3
17 προσεχετε δε απο των ανθρωπων παραδωσουσιν γαρ υμας εις συνεδρια και εν ταις συναγωγαις αυτων μαστιγωσουσιν υμας Matt 24:9, Luke 21:12, John 15:20, John 16:2, Rev 2:10
18 και επι ηγεμονας δε και βασιλεις αχθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις και τοις εθνεσιν Acts 24:1, Acts 25:4
19 οταν δε παραδωσιν υμας μη μεριμνησητε πως η τι λαλησητε δοθησεται γαρ υμιν εν εκεινη τη ωρα τι λαλησητε Mark 13:11, Luke 12:11, Luke 21:14
20 ου γαρ υμεις εστε οι λαλουντες αλλα το πνευμα του πατρος υμων το λαλουν εν υμιν 
21 παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους Mic 7:2, Mic 7:5, Luke 21:6
22 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται Matt 24:13, Mark 13:13, Luke 21:19, Rev 2:10, Rev 3:10
23 οταν δε διωκωσιν υμας εν τη πολει ταυτη φευγετε εις την ετεραν αμην γαρ λεγω υμιν ου μη τελεσητε τας πολεις του ισραηλ εως αν ελθη ο υιος του ανθρωπου Matt 2:13, Matt 4:12, Matt 12:15, Acts 8:1, Acts 9:25, Acts 14:6
24 ουκ εστιν μαθητης υπερ τον διδασκαλον ουδε δουλος υπερ τον κυριον αυτου Luke 6:40, John 13:16, John 15:20
25 αρκετον τω μαθητη ινα γενηται ως ο διδασκαλος αυτου και ο δουλος ως ο κυριος αυτου ει τον οικοδεσποτην βεελζεβουλ επεκαλεσαν ποσω μαλλον τους οικιακους αυτου Matt 9:34, Matt 12:24, Mark 3:22, Luke 11:15, John 8:48
26 μη ουν φοβηθητε αυτους ουδεν γαρ εστιν κεκαλυμμενον ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται Isa 8:12, Jer 1:8, Job 12:22, Mark 4:22, Luke 8:17, Luke 12:2
27 ο λεγω υμιν εν τη σκοτια ειπατε εν τω φωτι και ο εις το ους ακουετε κηρυξατε επι των δωματων 
28 και μη φοβεισθε απο των αποκτεννοντων το σωμα την δε ψυχην μη δυναμενων αποκτειναι φοβεισθε δε μαλλον τον δυναμενον και ψυχην και σωμα απολεσαι εν γεεννη Jer 1:8, Luke 12:4
29 ουχι δυο στρουθια ασσαριου πωλειται και εν εξ αυτων ου πεσειται επι την γην ανευ του πατρος υμων 
30 υμων δε και αι τριχες της κεφαλης πασαι ηριθμημεναι εισιν 1 Sam 14:45
31 μη ουν φοβεισθε πολλων στρουθιων διαφερετε υμεις 
32 πας ουν οστις ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων ομολογησω καγω εν αυτω εμπροσθεν του πατρος μου του εν [τοις] ουρανοις Mark 8:38, Luke 9:26, Luke 12:8, 2 Tim 2:12
33 οστις δ αν αρνησηται με εμπροσθεν των ανθρωπων αρνησομαι καγω αυτον εμπροσθεν του πατρος μου του εν [τοις] ουρανοις 
34 μη νομισητε οτι ηλθον βαλειν ειρηνην επι την γην ουκ ηλθον βαλειν ειρηνην αλλα μαχαιραν Luke 12:51
35 ηλθον γαρ διχασαι ανθρωπον κατα του πατρος αυτου και θυγατερα κατα της μητρος αυτης και νυμφην κατα της πενθερας αυτης Mic 7:6
36 και εχθροι του ανθρωπου οι οικιακοι αυτου Psa 41:9, Psa 55:12, John 13:18
37 ο φιλων πατερα η μητερα υπερ εμε ουκ εστιν μου αξιος και ο φιλων υιον η θυγατερα υπερ εμε ουκ εστιν μου αξιος Luke 14:26
38 και ος ου λαμβανει τον σταυρον αυτου και ακολουθει οπισω μου ουκ εστιν μου αξιος Matt 16:24, Mark 8:34, Luke 9:23, Luke 14:27
39 ο ευρων την ψυχην αυτου απολεσει αυτην και ο απολεσας την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην Matt 16:25, Mark 8:35, Luke 9:24, Luke 17:33, John 12:25
40 ο δεχομενος υμας εμε δεχεται και ο εμε δεχομενος δεχεται τον αποστειλαντα με Luke 10:16, John 13:20
41 ο δεχομενος προφητην εις ονομα προφητου μισθον προφητου λημψεται και ο δεχομενος δικαιον εις ονομα δικαιου μισθον δικαιου λημψεται 1 Kin 17:10, 1 Kin 18:4, 2 Kin 4:8
42 και ος αν ποτιση ενα των μικρων τουτων ποτηριον ψυχρου μονον εις ονομα μαθητου αμην λεγω υμιν ου μη απολεση τον μισθον αυτου Matt 25:40, Mark 9:41, Heb 6:10


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle