Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εγενετο οτε ετελεσεν ο ιησους διατασσων τοις δωδεκα μαθηταις αυτου μετεβη εκειθεν του διδασκειν και κηρυσσειν εν ταις πολεσιν αυτων 
2 ο δε ιωαννης ακουσας εν τω δεσμωτηριω τα εργα του χριστου πεμψας δια των μαθητων αυτου Luke 7:18
3 ειπεν αυτω συ ει ο ερχομενος η ετερον προσδοκωμεν 
4 και αποκριθεις ο ιησους ειπεν αυτοις πορευθεντες απαγγειλατε ιωαννη α ακουετε και βλεπετε 
5 τυφλοι αναβλεπουσιν και χωλοι περιπατουσιν λεπροι καθαριζονται και κωφοι ακουουσιν και νεκροι εγειρονται και πτωχοι ευαγγελιζονται Isa 29:18, Isa 35:5, Isa 61:1, Luke 4:18
6 και μακαριος εστιν ος εαν μη σκανδαλισθη εν εμοι 
7 τουτων δε πορευομενων ηρξατο ο ιησους λεγειν τοις οχλοις περι ιωαννου τι εξηλθατε εις την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον Luke 7:24
8 αλλα τι εξηλθατε ιδειν ανθρωπον εν μαλακοις ημφιεσμενον ιδου οι τα μαλακα φορουντες εν τοις οικοις των βασιλεων εισιν 
9 αλλα τι εξηλθατε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου 
10 ουτος εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου εμπροσθεν σου Mal 3:1, Mark 1:2, Luke 7:27
11 αμην λεγω υμιν ουκ εγηγερται εν γεννητοις γυναικων μειζων ιωαννου του βαπτιστου ο δε μικροτερος εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν 
12 απο δε των ημερων ιωαννου του βαπτιστου εως αρτι η βασιλεια των ουρανων βιαζεται και βιασται αρπαζουσιν αυτην Luke 16:16
13 παντες γαρ οι προφηται και ο νομος εως ιωαννου επροφητευσαν 
14 και ει θελετε δεξασθαι αυτος εστιν ηλιας ο μελλων ερχεσθαι Mal 4:5, Luke 1:17
15 ο εχων ωτα ακουετω 
16 τινι δε ομοιωσω την γενεαν ταυτην ομοια εστιν παιδιοις καθημενοις εν ταις αγοραις α προσφωνουντα τοις ετεροις Luke 7:31
17 λεγουσιν ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν και ουκ εκοψασθε 
18 ηλθεν γαρ ιωαννης μητε εσθιων μητε πινων και λεγουσιν δαιμονιον εχει Matt 3:4, Mark 1:6
19 ηλθεν ο υιος του ανθρωπου εσθιων και πινων και λεγουσιν ιδου ανθρωπος φαγος και οινοποτης τελωνων φιλος και αμαρτωλων και εδικαιωθη η σοφια απο των εργων αυτης 
20 τοτε ηρξατο ονειδιζειν τας πολεις εν αις εγενοντο αι πλεισται δυναμεις αυτου οτι ου μετενοησαν Luke 10:13
21 ουαι σοι χοραζιν ουαι σοι βηθσαιδα οτι ει εν τυρω και σιδωνι εγενοντο αι δυναμεις αι γενομεναι εν υμιν παλαι αν εν σακκω και σποδω μετενοησαν 2 Sam 13:19, 2 Kin 6:30, 2 Kin 19:1
22 πλην λεγω υμιν τυρω και σιδωνι ανεκτοτερον εσται εν ημερα κρισεως η υμιν Matt 10:15
23 και συ καφαρναουμ μη εως ουρανου υψωθηση εως αδου καταβηση οτι ει εν σοδομοις εγενηθησαν αι δυναμεις αι γενομεναι εν σοι εμεινεν αν μεχρι της σημερον 
24 πλην λεγω υμιν οτι γη σοδομων ανεκτοτερον εσται εν ημερα κρισεως η σοι Matt 10:15
25 εν εκεινω τω καιρω αποκριθεις ο ιησους ειπεν εξομολογουμαι σοι πατερ κυριε του ουρανου και της γης οτι εκρυψας ταυτα απο σοφων και συνετων και απεκαλυψας αυτα νηπιοις Luke 10:21, Job 5:12, Isa 29:14, Luke 10:21, 1 Cor 1:19, 1 Cor 2:7
26 ναι ο πατηρ οτι ουτως ευδοκια εγενετο εμπροσθεν σου 
27 παντα μοι παρεδοθη υπο του πατρος μου και ουδεις επιγινωσκει τον υιον ει μη ο πατηρ ουδε τον πατερα τις επιγινωσκει ει μη ο υιος και ω εαν βουληται ο υιος αποκαλυψαι Matt 28:18, Luke 10:22, John 3:35, John 1:18, John 6:46
28 δευτε προς με παντες οι κοπιωντες και πεφορτισμενοι καγω αναπαυσω υμας 
29 αρατε τον ζυγον μου εφ υμας και μαθετε απ εμου οτι πραυς ειμι και ταπεινος τη καρδια και ευρησετε αναπαυσιν ταις ψυχαις υμων Psa 45:4, Jer 6:16
30 ο γαρ ζυγος μου χρηστος και το φορτιον μου ελαφρον εστιν 1 John 5:3


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle