Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εν εκεινω τω καιρω ηκουσεν ηρωδης ο τετρααρχης την ακοην ιησου Mark 6:14, Luke 9:7
2 και ειπεν τοις παισιν αυτου ουτος εστιν ιωαννης ο βαπτιστης αυτος ηγερθη απο των νεκρων και δια τουτο αι δυναμεις ενεργουσιν εν αυτω 
3 ο γαρ ηρωδης κρατησας τον ιωαννην εδησεν [αυτον] και εν φυλακη απεθετο δια ηρωδιαδα την γυναικα φιλιππου του αδελφου αυτου Mark 6:17, Luke 3:19
4 ελεγεν γαρ ο ιωαννης αυτω ουκ εξεστιν σοι εχειν αυτην Lev 18:16
5 και θελων αυτον αποκτειναι εφοβηθη τον οχλον οτι ως προφητην αυτον ειχον Matt 21:26
6 γενεσιοις δε γενομενοις του ηρωδου ωρχησατο η θυγατηρ της ηρωδιαδος εν τω μεσω και ηρεσεν τω ηρωδη Gen 40:20, Mark 6:21
7 οθεν μεθ ορκου ωμολογησεν αυτη δουναι ο εαν αιτησηται Judg 11:30
8 η δε προβιβασθεισα υπο της μητρος αυτης δος μοι φησιν ωδε επι πινακι την κεφαλην ιωαννου του βαπτιστου 
9 και λυπηθεις ο βασιλευς δια τους ορκους και τους συνανακειμενους εκελευσεν δοθηναι 
10 και πεμψας απεκεφαλισεν [τον] ιωαννην εν τη φυλακη 
11 και ηνεχθη η κεφαλη αυτου επι πινακι και εδοθη τω κορασιω και ηνεγκεν τη μητρι αυτης 
12 και προσελθοντες οι μαθηται αυτου ηραν το πτωμα και εθαψαν αυτο[ν] και ελθοντες απηγγειλαν τω ιησου 
13 ακουσας δε ο ιησους ανεχωρησεν εκειθεν εν πλοιω εις ερημον τοπον κατ ιδιαν και ακουσαντες οι οχλοι ηκολουθησαν αυτω πεζη απο των πολεων Matt 12:15, Mark 6:31, Luke 9:10
14 και εξελθων ειδεν πολυν οχλον και εσπλαγχνισθη επ αυτοις και εθεραπευσεν τους αρρωστους αυτων John 6:5, Matt 9:36
15 οψιας δε γενομενης προσηλθον αυτω οι μαθηται λεγοντες ερημος εστιν ο τοπος και η ωρα ηδη παρηλθεν απολυσον τους οχλους ινα απελθοντες εις τας κωμας αγορασωσιν εαυτοις βρωματα Mark 6:35, Luke 9:12
16 ο δε [ιησους] ειπεν αυτοις ου χρειαν εχουσιν απελθειν δοτε αυτοις υμεις φαγειν 
17 οι δε λεγουσιν αυτω ουκ εχομεν ωδε ει μη πεντε αρτους και δυο ιχθυας 
18 ο δε ειπεν φερετε μοι ωδε αυτους 
19 και κελευσας τους οχλους ανακλιθηναι επι του χορτου λαβων τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν και κλασας εδωκεν τοις μαθηταις τους αρτους οι δε μαθηται τοις οχλοις 1 Sam 9:13
20 και εφαγον παντες και εχορτασθησαν και ηραν το περισσευον των κλασματων δωδεκα κοφινους πληρεις 
21 οι δε εσθιοντες ησαν ανδρες ωσει πεντακισχιλιοι χωρις γυναικων και παιδιων 
22 και ευθεως ηναγκασεν τους μαθητας εμβηναι εις το πλοιον και προαγειν αυτον εις το περαν εως ου απολυση τους οχλους Mark 6:45, John 6:17
23 και απολυσας τους οχλους ανεβη εις το ορος κατ ιδιαν προσευξασθαι οψιας δε γενομενης μονος ην εκει Mark 6:46, John 6:15
24 το δε πλοιον ηδη σταδιους πολλους απο της γης απειχεν βασανιζομενον υπο των κυματων ην γαρ εναντιος ο ανεμος 
25 τεταρτη δε φυλακη της νυκτος ηλθεν προς αυτους περιπατων επι την θαλασσαν 
26 οι δε μαθηται ιδοντες αυτον επι της θαλασσης περιπατουντα εταραχθησαν λεγοντες οτι φαντασμα εστιν και απο του φοβου εκραξαν 
27 ευθυς δε ελαλησεν [ο ιησους] αυτοις λεγων θαρσειτε εγω ειμι μη φοβεισθε 
28 αποκριθεις δε αυτω ο πετρος ειπεν κυριε ει συ ει κελευσον με ελθειν προς σε επι τα υδατα 
29 ο δε ειπεν ελθε και καταβας απο του πλοιου [ο] πετρος περιεπατησεν επι τα υδατα και ηλθεν προς τον ιησουν 
30 βλεπων δε τον ανεμον [ισχυρον] εφοβηθη και αρξαμενος καταποντιζεσθαι εκραξεν λεγων κυριε σωσον με 
31 ευθεως δε ο ιησους εκτεινας την χειρα επελαβετο αυτου και λεγει αυτω ολιγοπιστε εις τι εδιστασας 
32 και αναβαντων αυτων εις το πλοιον εκοπασεν ο ανεμος 
33 οι δε εν τω πλοιω προσεκυνησαν αυτω λεγοντες αληθως θεου υιος ει 
34 και διαπερασαντες ηλθον επι την γην εις γεννησαρετ Mark 6:53
35 και επιγνοντες αυτον οι ανδρες του τοπου εκεινου απεστειλαν εις ολην την περιχωρον εκεινην και προσηνεγκαν αυτω παντας τους κακως εχοντας 
36 και παρεκαλουν αυτον ινα μονον αψωνται του κρασπεδου του ιματιου αυτου και οσοι ηψαντο διεσωθησαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle