Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τοτε προσερχονται τω ιησου απο ιεροσολυμων φαρισαιοι και γραμματεις λεγοντες Mark 7:1
2 δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτονται τας χειρας [αυτων] οταν αρτον εσθιωσιν 
3 ο δε αποκριθεις ειπεν αυτοις δια τι και υμεις παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων 
4 ο γαρ θεος ειπεν τιμα τον πατερα και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω Ex 20:12, Deut 5:16, Eph 6:2, Ex 21:17, Lev 20:9, Prov 20:20
5 υμεις δε λεγετε ος αν ειπη τω πατρι η τη μητρι δωρον ο εαν εξ εμου ωφεληθης 
6 ου μη τιμησει τον πατερα αυτου και ηκυρωσατε τον λογον του θεου δια την παραδοσιν υμων Mark 7:13, 1 Tim 4:3, 2 Tim 3:2
7 υποκριται καλως επροφητευσεν περι υμων ησαιας λεγων 
8 ο λαος ουτος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου Isa 29:13, Ezek 33:31, Mark 7:6
9 ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων Mark 7:6, Col 2:18, Col 2:20, Col 2:22
10 και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις ακουετε και συνιετε Mark 7:14
11 ου το εισερχομενον εις το στομα κοινοι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματος τουτο κοινοι τον ανθρωπον Acts 10:15, Rom 14:17, Rom 14:20, Tit 1:15
12 τοτε προσελθοντες οι μαθηται λεγουσιν αυτω οιδας οτι οι φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν 
13 ο δε αποκριθεις ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται John 15:2
14 αφετε αυτους τυφλοι εισιν οδηγοι [τυφλων] τυφλος δε τυφλον εαν οδηγη αμφοτεροι εις βοθυνον πεσουνται Isa 42:19, Luke 6:39
15 αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημιν την παραβολην [ταυτην] Mark 7:17
16 ο δε ειπεν ακμην και υμεις ασυνετοι εστε 
17 ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται 
18 τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται κακεινα κοινοι τον ανθρωπον 
19 εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι Gen 6:5, Gen 8:21, Prov 6:14, Jer 17:9
20 ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον 
21 και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σιδωνος Mark 7:24
22 και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα ελεησον με κυριε υιος δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται 
23 ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων 
24 ο δε αποκριθεις ειπεν ουκ απεσταλην ει μη εις τα προβατα τα απολωλοτα οικου ισραηλ Matt 10:6, Acts 13:46
25 η δε ελθουσα προσεκυνει αυτω λεγουσα κυριε βοηθει μοι 
26 ο δε αποκριθεις ειπεν ουκ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλειν τοις κυναριοις 
27 η δε ειπεν ναι κυριε και γαρ τα κυναρια εσθιει απο των ψιχιων των πιπτοντων απο της τραπεζης των κυριων αυτων 
28 τοτε αποκριθεις ο ιησους ειπεν αυτη ω γυναι μεγαλη σου η πιστις γενηθητω σοι ως θελεις και ιαθη η θυγατηρ αυτης απο της ωρας εκεινης 
29 και μεταβας εκειθεν ο ιησους ηλθεν παρα την θαλασσαν της γαλιλαιας και αναβας εις το ορος εκαθητο εκει Mark 7:31
30 και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους τυφλους κυλλους κωφους και ετερους πολλους και ερριψαν αυτους παρα τους ποδας αυτου και εθεραπευσεν αυτους Isa 29:18, Isa 35:5, Matt 11:5, Luke 7:22
31 ωστε τον οχλον θαυμασαι βλεποντας κωφους λαλουντας κυλλους υγιεις και χωλους περιπατουντας και τυφλους βλεποντας και εδοξασαν τον θεον ισραηλ 
32 ο δε ιησους προσκαλεσαμενος τους μαθητας αυτου ειπεν σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτους νηστεις ου θελω μηποτε εκλυθωσιν εν τη οδω Mark 8:1
33 και λεγουσιν αυτω οι μαθηται ποθεν ημιν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον 
34 και λεγει αυτοις ο ιησους ποσους αρτους εχετε οι δε ειπαν επτα και ολιγα ιχθυδια 
35 και παραγγειλας τω οχλω αναπεσειν επι την γην 
36 ελαβεν τους επτα αρτους και τους ιχθυας και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις οι δε μαθηται τοις οχλοις 1 Sam 9:13
37 και εφαγον παντες και εχορτασθησαν και το περισσευον των κλασματων ηραν επτα σπυριδας πληρεις 
38 οι δε εσθιοντες ησαν τετρακισχιλιοι ανδρες χωρις γυναικων και παιδιων 
39 και απολυσας τους οχλους ενεβη εις το πλοιον και ηλθεν εις τα ορια μαγαδαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle