Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και προσελθοντες οι φαρισαιοι και σαδδουκαιοι πειραζοντες επηρωτησαν αυτον σημειον εκ του ουρανου επιδειξαι αυτοις Matt 12:38, Mark 8:11, Luke 11:29, Luke 12:54, John 6:30
2 ο δε αποκριθεις ειπεν αυτοις [οψιας γενομενης λεγετε ευδια πυρραζει γαρ ο ουρανος Luke 12:54
3 και πρωι σημερον χειμων πυρραζει γαρ στυγναζων ο ουρανος το μεν προσωπον του ουρανου γινωσκετε διακρινειν τα δε σημεια των καιρων ου δυνασθε] 
4 γενεα πονηρα και μοιχαλις σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα και καταλιπων αυτους απηλθεν Matt 12:39, Luke 11:29, Jonah 1:17
5 και ελθοντες οι μαθηται εις το περαν επελαθοντο αρτους λαβειν 
6 ο δε ιησους ειπεν αυτοις ορατε και προσεχετε απο της ζυμης των φαρισαιων και σαδδουκαιων Mark 8:15, Luke 12:1
7 οι δε διελογιζοντο εν εαυτοις λεγοντες οτι αρτους ουκ ελαβομεν 
8 γνους δε ο ιησους ειπεν τι διαλογιζεσθε εν εαυτοις ολιγοπιστοι οτι αρτους ουκ εχετε 
9 ουπω νοειτε ουδε μνημονευετε τους πεντε αρτους των πεντακισχιλιων και ποσους κοφινους ελαβετε Matt 14:17, Mark 6:38, Luke 9:13, John 6:9
10 ουδε τους επτα αρτους των τετρακισχιλιων και ποσας σπυριδας ελαβετε Matt 15:34
11 πως ου νοειτε οτι ου περι αρτων ειπον υμιν προσεχετε δε απο της ζυμης των φαρισαιων και σαδδουκαιων 
12 τοτε συνηκαν οτι ουκ ειπεν προσεχειν απο της ζυμης των αρτων αλλα απο της διδαχης των φαρισαιων και σαδδουκαιων 
13 ελθων δε ο ιησους εις τα μερη καισαρειας της φιλιππου ηρωτα τους μαθητας αυτου λεγων τινα λεγουσιν οι ανθρωποι ειναι τον υιον του ανθρωπου Mark 8:27, Luke 9:18
14 οι δε ειπαν οι μεν ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν ετεροι δε ιερεμιαν η ενα των προφητων Matt 14:2
15 λεγει αυτοις υμεις δε τινα με λεγετε ειναι 
16 αποκριθεις δε σιμων πετρος ειπεν συ ει ο χριστος ο υιος του θεου του ζωντος John 6:69
17 αποκριθεις δε ο ιησους ειπεν αυτω μακαριος ει σιμων βαριωνα οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι αλλ ο πατηρ μου ο εν τοις ουρανοις Matt 11:25
18 καγω δε σοι λεγω οτι συ ει πετρος και επι ταυτη τη πετρα οικοδομησω μου την εκκλησιαν και πυλαι αδου ου κατισχυσουσιν αυτης Psa 118:22, John 1:42, Isa 28:16, 1 Cor 3:11, Isa 33:20
19 δωσω σοι τας κλειδας της βασιλειας των ουρανων και ο εαν δησης επι της γης εσται δεδεμενον εν τοις ουρανοις και ο εαν λυσης επι της γης εσται λελυμενον εν τοις ουρανοις Matt 18:18, John 20:22
20 τοτε διεστειλατο τοις μαθηταις ινα μηδενι ειπωσιν οτι αυτος εστιν ο χριστος 
21 απο τοτε ηρξατο ο ιησους δεικνυειν τοις μαθηταις αυτου οτι δει αυτον εις ιεροσολυμα απελθειν και πολλα παθειν απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι Matt 17:22, Matt 20:18, Mark 8:31, Mark 9:31, Mark 10:33, Luke 9:22, Luke 18:31, Luke 24:7
22 και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω λεγων ιλεως σοι κυριε ου μη εσται σοι τουτο 
23 ο δε στραφεις ειπεν τω πετρω υπαγε οπισω μου σατανα σκανδαλον ει εμου οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων 2 Sam 19:22
24 τοτε ο ιησους ειπεν τοις μαθηταις αυτου ει τις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι Matt 10:38, Mark 8:34, Luke 9:23, Luke 14:27
25 ος γαρ εαν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην Matt 10:39, Mark 8:35, Luke 9:24, Luke 17:33, John 12:25
26 τι γαρ ωφεληθησεται ανθρωπος εαν τον κοσμον ολον κερδηση την δε ψυχην αυτου ζημιωθη η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου Luke 9:25, Psa 49:8, Mark 8:37
27 μελλει γαρ ο υιος του ανθρωπου ερχεσθαι εν τη δοξη του πατρος αυτου μετα των αγγελων αυτου και τοτε αποδωσει εκαστω κατα την πραξιν αυτου Matt 24:30, Matt 25:31, Matt 26:64, Matt 25:31, Job 34:11, Psa 62:12, Rom 2:6
28 αμην λεγω υμιν οτι εισιν τινες των ωδε εστωτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν τον υιον του ανθρωπου ερχομενον εν τη βασιλεια αυτου Mark 9:1, Luke 9:27


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle