Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου Mark 10:1
2 και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει 
3 και προσηλθον αυτω φαρισαιοι πειραζοντες αυτον και λεγοντες ει εξεστιν ανθρωπω απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν Mark 10:2
4 ο δε αποκριθεις ειπεν ουκ ανεγνωτε οτι ο κτισας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους Gen 1:27
5 και ειπεν ενεκα τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν Gen 2:24, Eph 5:31, 1 Cor 6:16
6 ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω 1 Cor 7:10
7 λεγουσιν αυτω τι ουν μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι [αυτην] Deut 24:1, Jer 3:1
8 λεγει αυτοις οτι μωυσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως 
9 λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται Matt 5:32, Mark 10:11, Luke 16:18, 1 Cor 7:10
10 λεγουσιν αυτω οι μαθηται [αυτου] ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι 
11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον [τουτον] αλλ οις δεδοται 1 Cor 7:7, 1 Cor 7:17
12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω 
13 τοτε προσηνεχθησαν αυτω παιδια ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις Mark 10:13, Luke 18:15
14 ο δε ιησους ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων Matt 18:3, 1 Cor 14:20, 1 Pet 2:2
15 και επιθεις τας χειρας αυτοις επορευθη εκειθεν 
16 και ιδου εις προσελθων αυτω ειπεν διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον Matt 10:17, Luke 18:18
17 ο δε ειπεν αυτω τι με ερωτας περι του αγαθου εις εστιν ο αγαθος ει δε θελεις εις την ζωην εισελθειν τηρησον τας εντολας 
18 λεγει αυτω ποιας ο δε ιησους ειπεν το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις Ex 20:12, Deut 5:17, Rom 13:9
19 τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον Lev 19:17, Matt 22:39, Mark 12:31, Gal 5:14, Ja 2:8
20 λεγει αυτω ο νεανισκος παντα ταυτα εφυλαξα τι ετι υστερω 
21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος [τοις] πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι Luke 12:33, Luke 16:9, Matt 6:19, 1 Tim 6:19
22 ακουσας δε ο νεανισκος τον λογον απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα 
23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων Prov 11:28, Mark 10:23, Luke 18:24
24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος διελθειν η πλουσιον εισελθειν εις την βασιλειαν του θεου 
25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι 
26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα Job 42:2, Jer 32:17, Zech 8:6, Luke 1:37, Luke 18:27
27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν Matt 4:20, Mark 10:28, Luke 5:11, Luke 18:28
28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθησεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ Luke 22:30
29 και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους ενεκεν του ονοματος μου εκατονταπλασιονα λημψεται και ζωην αιωνιον κληρονομησει Deut 33:9, Job 42:12
30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι Mark 10:31, Luke 13:30


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle