Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και αποκριθεις ο ιησους παλιν ειπεν εν παραβολαις αυτοις λεγων 
2 ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου Luke 14:6, Rev 19:7
3 και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν 
4 παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμακα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους 
5 οι δε αμελησαντες απηλθον ος μεν εις τον ιδιον αγρον ος δε επι την εμποριαν αυτου 
6 οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν 
7 ο δε βασιλευς ωργισθη και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν 
8 τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι 
9 πορευεσθε ουν επι τας διεξοδους των οδων και οσους εαν ευρητε καλεσατε εις τους γαμους 
10 και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας ους ευρον πονηρους τε και αγαθους και επλησθη ο γαμος ανακειμενων 
11 εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου 
12 και λεγει αυτω εταιρε πως εισηλθες ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη 
13 τοτε ο βασιλευς ειπεν τοις διακονοις δησαντες αυτου ποδας και χειρας εκβαλετε αυτον εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων Matt 8:12, Matt 13:42, Matt 24:51, Matt 25:30, Luke 13:28
14 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι Matt 20:16
15 τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω Mark 12:13, Luke 20:20
16 και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντες διδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων 
17 ειπε ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου 
18 γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται 
19 επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον 
20 και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη 
21 λεγουσιν αυτω καισαρος τοτε λεγει αυτοις αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω Matt 17:25, Rom 13:7
22 και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθαν 
23 εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον Mark 12:18, Luke 20:27, Acts 23:8
24 λεγοντες διδασκαλε μωυσης ειπεν εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου Deut 25:5
25 ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γημας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου 
26 ομοιως και ο δευτερος και ο τριτος εως των επτα 
27 υστερον δε παντων απεθανεν η γυνη 
28 εν τη αναστασει ουν τινος των επτα εσται γυνη παντες γαρ εσχον αυτην 
29 αποκριθεις δε ο ιησους ειπεν αυτοις πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου 
30 εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε γαμιζονται αλλ ως αγγελοι εν τω ουρανω εισιν 1 John 3:2
31 περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος 
32 εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ ουκ εστιν [ο] θεος νεκρων αλλα ζωντων Ex 3:6
33 και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου Matt 7:28
34 οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο Mark 12:28
35 και επηρωτησεν εις εξ αυτων [νομικος] πειραζων αυτον Luke 10:25
36 διδασκαλε ποια εντολη μεγαλη εν τω νομω 
37 ο δε εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου Deut 6:5, Deut 10:12, Deut 30:6, Luke 10:27
38 αυτη εστιν η μεγαλη και πρωτη εντολη 
39 δευτερα δε ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον Lev 19:18, Mark 12:31, Rom 13:9, Gal 5:14, Eph 5:2, 1 Thess 4:9, Ja 2:8
40 εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος κρεμαται και οι προφηται 
41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους Mark 12:35, Luke 20:41
42 λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυιδ 
43 λεγει αυτοις πως ουν δαυιδ εν πνευματι καλει αυτον κυριον λεγων 
44 ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου Psa 110:1, Acts 2:34, 1 Cor 15:25, Heb 1:13, Heb 10:13
45 ει ουν δαυιδ καλει αυτον κυριον πως υιος αυτου εστιν 
46 και ουδεις εδυνατο αποκριθηναι αυτω λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle