Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τοτε ο ιησους ελαλησεν τοις οχλοις και τοις μαθηταις αυτου 
2 λεγων επι της μωυσεως καθεδρας εκαθισαν οι γραμματεις και οι φαρισαιοι Neh 8:4
3 παντα ουν οσα εαν ειπωσιν υμιν ποιησατε και τηρειτε κατα δε τα εργα αυτων μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν Deut 17:19, Mal 2:6, Rom 2:19
4 δεσμευουσιν δε φορτια βαρεα [και δυσβαστακτα] και επιτιθεασιν επι τους ωμους των ανθρωπων αυτοι δε τω δακτυλω αυτων ου θελουσιν κινησαι αυτα Isa 10:1, Luke 11:46, Acts 15:10
5 παντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρωποις πλατυνουσιν γαρ τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα Matt 6:5, Deut 6:8, Deut 22:12
6 φιλουσιν δε την πρωτοκλισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις Mark 12:38, Luke 11:43, Luke 20:46
7 και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρωπων ραββι Ja 3:1
8 υμεις δε μη κληθητε ραββι εις γαρ εστιν υμων ο διδασκαλος παντες δε υμεις αδελφοι εστε 
9 και πατερα μη καλεσητε υμων επι της γης εις γαρ εστιν υμων ο πατηρ ο ουρανιος Mal 1:6
10 μηδε κληθητε καθηγηται οτι καθηγητης υμων εστιν εις ο χριστος 
11 ο δε μειζων υμων εσται υμων διακονος Matt 20:26
12 οστις δε υψωσει εαυτον ταπεινωθησεται και οστις ταπεινωσει εαυτον υψωθησεται Job 22:29, Prov 29:23, Luke 14:11, Luke 18:14, Ja 4:6, Ja 4:10, 1 Pet 5:5
13 ουαι δε υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε ουδε τους εισερχομενους αφιετε εισελθειν Luke 11:52
14  Mark 12:40, Luke 20:47, 2 Tim 3:6, Tit 1:11
15 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον και οταν γενηται ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων 
16 ουαι υμιν οδηγοι τυφλοι οι λεγοντες ος αν ομοση εν τω ναω ουδεν εστιν ος δ αν ομοση εν τω χρυσω του ναου οφειλει 
17 μωροι και τυφλοι τις γαρ μειζων εστιν ο χρυσος η ο ναος ο αγιασας τον χρυσον 
18 και ος αν ομοση εν τω θυσιαστηριω ουδεν εστιν ος δ αν ομοση εν τω δωρω τω επανω αυτου οφειλει 
19 τυφλοι τι γαρ μειζον το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον Ex 29:37
20 ο ουν ομοσας εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασι τοις επανω αυτου 
21 και ο ομοσας εν τω ναω ομνυει εν αυτω και εν τω κατοικουντι αυτον 1 Kin 8:13, 2 Chr 6:1
22 και ο ομοσας εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου 2 Chr 6:33, Isa 66:1, Matt 5:34, Acts 7:49
23 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμινον και αφηκατε τα βαρυτερα του νομου την κρισιν και το ελεος και την πιστιν ταυτα [δε] εδει ποιησαι κακεινα μη αφιεναι Luke 11:42, 1 Sam 15:22, Hos 6:6, Mic 6:8, Matt 9:13, Matt 12:7
24 οδηγοι τυφλοι οι διυλιζοντες τον κωνωπα την δε καμηλον καταπινοντες 
25 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι καθαριζετε το εξωθεν του ποτηριου και της παροψιδος εσωθεν δε γεμουσιν εξ αρπαγης και ακρασιας Luke 11:39
26 φαρισαιε τυφλε καθαρισον πρωτον το εντος του ποτηριου ινα γενηται και το εκτος αυτου καθαρον Tit 1:15
27 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι παρομοιαζετε ταφοις κεκονιαμενοις οιτινες εξωθεν μεν φαινονται ωραιοι εσωθεν δε γεμουσιν οστεων νεκρων και πασης ακαθαρσιας Acts 23:3
28 ουτως και υμεις εξωθεν μεν φαινεσθε τοις ανθρωποις δικαιοι εσωθεν δε εστε μεστοι υποκρισεως και ανομιας 
29 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι οικοδομειτε τους ταφους των προφητων και κοσμειτε τα μνημεια των δικαιων Luke 11:47
30 και λεγετε ει ημεθα εν ταις ημεραις των πατερων ημων ουκ αν ημεθα αυτων κοινωνοι εν τω αιματι των προφητων 
31 ωστε μαρτυρειτε εαυτοις οτι υιοι εστε των φονευσαντων τους προφητας Acts 7:51, 1 Thess 2:15
32 και υμεις πληρωσατε το μετρον των πατερων υμων 
33 οφεις γεννηματα εχιδνων πως φυγητε απο της κρισεως της γεεννης Matt 3:7
34 δια τουτο ιδου εγω αποστελλω προς υμας προφητας και σοφους και γραμματεις εξ αυτων αποκτενειτε και σταυρωσετε και εξ αυτων μαστιγωσετε εν ταις συναγωγαις υμων και διωξετε απο πολεως εις πολιν Luke 11:49, Matt 10:16, Luke 10:3, John 16:2, Acts 7:52, Matt 10:17, Acts 5:40
35 οπως ελθη εφ υμας παν αιμα δικαιον εκχυννομενον επι της γης απο του αιματος αβελ του δικαιου εως του αιματος ζαχαριου υιου βαραχιου ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου Gen 4:8, Heb 11:4, 2 Chr 24:21
36 αμην λεγω υμιν ηξει ταυτα παντα επι την γενεαν ταυτην 
37 ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου ον τροπον ορνις επισυναγει τα νοσσια αυτης υπο τας πτερυγας και ουκ ηθελησατε Luke 13:34, Matt 21:35, Psa 17:8, Psa 91:4
38 ιδου αφιεται υμιν ο οικος υμων ερημος Psa 69:25, Isa 1:7, Jer 7:34, Mic 3:12, Acts 1:20
39 λεγω γαρ υμιν ου μη με ιδητε απ αρτι εως αν ειπητε ευλογημενος ο ερχομενος εν ονοματι κυριου Psa 118:26


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle