Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εξελθων ο ιησους απο του ιερου επορευετο και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τας οικοδομας του ιερου Mark 13:1, Luke 21:5
2 ο δε αποκριθεις ειπεν αυτοις ου βλεπετε ταυτα παντα αμην λεγω υμιν ου μη αφεθη ωδε λιθος επι λιθον ος ου καταλυθησεται 1 Kin 9:7, Mic 3:12, Luke 19:44
3 καθημενου δε αυτου επι του ορους των ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντες ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον της σης παρουσιας και συντελειας του αιωνος Mark 13:1, Mark 13:3, Luke 21:7, Acts 1:6
4 και αποκριθεις ο ιησους ειπεν αυτοις βλεπετε μη τις υμας πλανηση Jer 29:8, Eph 5:6, Col 2:18, 1 Thess 2:3, 1 John 4:1
5 πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι ο χριστος και πολλους πλανησουσιν Jer 14:14, Jer 23:25, John 5:43
6 μελλησετε δε ακουειν πολεμους και ακοας πολεμων ορατε μη θροεισθε δει γαρ γενεσθαι αλλ ουπω εστιν το τελος 
7 εγερθησεται γαρ εθνος επι εθνος και βασιλεια επι βασιλειαν και εσονται λιμοι και σεισμοι κατα τοπους Isa 19:2
8 παντα δε ταυτα αρχη ωδινων 
9 τοτε παραδωσουσιν υμας εις θλιψιν και αποκτενουσιν υμας και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου Matt 10:17, Luke 21:11, John 15:20, John 16:2, Rev 2:10
10 και τοτε σκανδαλισθησονται πολλοι και αλληλους παραδωσουσιν και μισησουσιν αλληλους 
11 και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλους 2 Pet 2:1
12 και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων 2 Tim 3:1
13 ο δε υπομεινας εις τελος ουτος σωθησεται Matt 10:22, Mark 13:13, Luke 21:19, Rev 2:7, Rev 2:10, Rev 3:10
14 και κηρυχθησεται τουτο το ευαγγελιον της βασιλειας εν ολη τη οικουμενη εις μαρτυριον πασιν τοις εθνεσιν και τοτε ηξει το τελος 
15 οταν ουν ιδητε το βδελυγμα της ερημωσεως το ρηθεν δια δανιηλ του προφητου εστος εν τοπω αγιω ο αναγινωσκων νοειτω Mark 13:14, Luke 21:20, Dan 9:27
16 τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη 
17 ο επι του δωματος μη καταβατω αραι τα εκ της οικιας αυτου 
18 και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι το ιματιον αυτου 
19 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις 
20 προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνος μηδε σαββατω Acts 1:12
21 εσται γαρ τοτε θλιψις μεγαλη οια ου γεγονεν απ αρχης κοσμου εως του νυν ουδ ου μη γενηται Dan 12:1
22 και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τους εκλεκτους κολοβωθησονται αι ημεραι εκειναι 
23 τοτε εαν τις υμιν ειπη ιδου ωδε ο χριστος η ωδε μη πιστευσητε Mark 13:21, Luke 21:8
24 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανησαι ει δυνατον και τους εκλεκτους Deut 13:1, 2 Thess 2:11
25 ιδου προειρηκα υμιν 
26 εαν ουν ειπωσιν υμιν ιδου εν τη ερημω εστιν μη εξελθητε ιδου εν τοις ταμειοις μη πιστευσητε Luke 17:23
27 ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εως δυσμων ουτως εσται η παρουσια του υιου του ανθρωπου 
28 οπου εαν η το πτωμα εκει συναχθησονται οι αετοι Job 39:30, Luke 17:37
29 ευθεως δε μετα την θλιψιν των ημερων εκεινων ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης και οι αστερες πεσουνται απο του ουρανου και αι δυναμεις των ουρανων σαλευθησονται Isa 13:10, Ezek 32:7, Joel 2:31, Joel 3:15, Mark 13:24, Luke 21:15
30 και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν ουρανω και τοτε κοψονται πασαι αι φυλαι της γης και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεως και δοξης πολλης Dan 7:10, Matt 16:27, Matt 25:31, Matt 26:64, Mark 13:26, Mark 14:62, Luke 21:27, Acts 1:11, 2 Thess 1:10, Rev 1:7, Rev 1:7
31 και αποστελει τους αγγελους αυτου μετα σαλπιγγος μεγαλης και επισυναξουσιν τους εκλεκτους αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εως [των] ακρων αυτων 1 Cor 15:52, 1 Thess 4:16
32 απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης γενηται απαλος και τα φυλλα εκφυη γινωσκετε οτι εγγυς το θερος Mark 13:28, Luke 21:29
33 ουτως και υμεις οταν ιδητε παντα ταυτα γινωσκετε οτι εγγυς εστιν επι θυραις 
34 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα ταυτα γενηται 
35 ο ουρανος και η γη παρελευσεται οι δε λογοι μου ου μη παρελθωσιν Psa 102:26, Isa 51:6, Mark 13:31, Heb 1:11
36 περι δε της ημερας εκεινης και ωρας ουδεις οιδεν ουδε οι αγγελοι των ουρανων ουδε ο υιος ει μη ο πατηρ μονος Mark 13:32, Acts 1:7
37 ωσπερ γαρ αι ημεραι του νωε ουτως εσται η παρουσια του υιου του ανθρωπου Gen 6:2, Luke 17:26, 1 Pet 3:20, 2 Pet 2:5
38 ως γαρ ησαν εν ταις ημεραις [εκειναις] ταις προ του κατακλυσμου τρωγοντες και πινοντες γαμουντες και γαμιζοντες αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον Gen 7:7
39 και ουκ εγνωσαν εως ηλθεν ο κατακλυσμος και ηρεν απαντας ουτως εσται [και] η παρουσια του υιου του ανθρωπου 
40 τοτε δυο εσονται εν τω αγρω εις παραλαμβανεται και εις αφιεται Luke 17:34, 1 Thess 4:17
41 δυο αληθουσαι εν τω μυλω μια παραλαμβανεται και μια αφιεται 
42 γρηγορειτε ουν οτι ουκ οιδατε ποια ημερα ο κυριος υμων ερχεται Matt 25:13, Mark 13:33, Luke 12:40, Luke 21:36
43 εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια φυλακη ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αν ειασεν διορυχθηναι την οικιαν αυτου Luke 12:39, 1 Thess 5:2, 2 Pet 3:10, Rev 3:3, Rev 16:15
44 δια τουτο και υμεις γινεσθε ετοιμοι οτι η ου δοκειτε ωρα ο υιος του ανθρωπου ερχεται 
45 τις αρα εστιν ο πιστος δουλος και φρονιμος ον κατεστησεν ο κυριος επι της οικετειας αυτου του δουναι αυτοις την τροφην εν καιρω Matt 25:21, Luke 12:42
46 μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ουτως ποιουντα 
47 αμην λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον 
48 εαν δε ειπη ο κακος δουλος εκεινος εν τη καρδια αυτου χρονιζει μου ο κυριος 
49 και αρξηται τυπτειν τους συνδουλους αυτου εσθιη δε και πινη μετα των μεθυοντων 
50 ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει 
51 και διχοτομησει αυτον και το μερος αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων Matt 8:12, Matt 13:42, Matt 22:13, Matt 25:30, Luke 13:28


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle