Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τοτε ομοιωθησεται η βασιλεια των ουρανων δεκα παρθενοις αιτινες λαβουσαι τας λαμπαδας εαυτων εξηλθον εις υπαντησιν του νυμφιου 
2 πεντε δε εξ αυτων ησαν μωραι και πεντε φρονιμοι 
3 αι γαρ μωραι λαβουσαι τας λαμπαδας αυτων ουκ ελαβον μεθ εαυτων ελαιον 
4 αι δε φρονιμοι ελαβον ελαιον εν τοις αγγειοις μετα των λαμπαδων εαυτων 
5 χρονιζοντος δε του νυμφιου ενυσταξαν πασαι και εκαθευδον 
6 μεσης δε νυκτος κραυγη γεγονεν ιδου ο νυμφιος εξερχεσθε εις απαντησιν [αυτου] 
7 τοτε ηγερθησαν πασαι αι παρθενοι εκειναι και εκοσμησαν τας λαμπαδας εαυτων 
8 αι δε μωραι ταις φρονιμοις ειπαν δοτε ημιν εκ του ελαιου υμων οτι αι λαμπαδες ημων σβεννυνται 
9 απεκριθησαν δε αι φρονιμοι λεγουσαι μηποτε ου μη αρκεση ημιν και υμιν πορευεσθε μαλλον προς τους πωλουντας και αγορασατε εαυταις 
10 απερχομενων δε αυτων αγορασαι ηλθεν ο νυμφιος και αι ετοιμοι εισηλθον μετ αυτου εις τους γαμους και εκλεισθη η θυρα 
11 υστερον δε ερχονται και αι λοιπαι παρθενοι λεγουσαι κυριε κυριε ανοιξον ημιν 
12 ο δε αποκριθεις ειπεν αμην λεγω υμιν ουκ οιδα υμας Matt 7:23, Luke 13:25
13 γρηγορειτε ουν οτι ουκ οιδατε την ημεραν ουδε την ωραν Matt 24:42, Mark 13:33, Mark 13:35
14 ωσπερ γαρ ανθρωπος αποδημων εκαλεσεν τους ιδιους δουλους και παρεδωκεν αυτοις τα υπαρχοντα αυτου Luke 19:12
15 και ω μεν εδωκεν πεντε ταλαντα ω δε δυο ω δε εν εκαστω κατα την ιδιαν δυναμιν και απεδημησεν ευθεως 
16 πορευθεις ο τα πεντε ταλαντα λαβων ηργασατο εν αυτοις και εκερδησεν αλλα πεντε 
17 ωσαυτως ο τα δυο εκερδησεν αλλα δυο 
18 ο δε το εν λαβων απελθων ωρυξεν γην και εκρυψεν το αργυριον του κυριου αυτου 
19 μετα δε πολυν χρονον ερχεται ο κυριος των δουλων εκεινων και συναιρει λογον μετ αυτων 
20 και προσελθων ο τα πεντε ταλαντα λαβων προσηνεγκεν αλλα πεντε ταλαντα λεγων κυριε πεντε ταλαντα μοι παρεδωκας ιδε αλλα πεντε ταλαντα εκερδησα 
21 εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου Matt 24:45, Luke 12:42
22 προσελθων [δε] και ο τα δυο ταλαντα ειπεν κυριε δυο ταλαντα μοι παρεδωκας ιδε αλλα δυο ταλαντα εκερδησα 
23 εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου 
24 προσελθων δε και ο το εν ταλαντον ειληφως ειπεν κυριε εγνων σε οτι σκληρος ει ανθρωπος θεριζων οπου ουκ εσπειρας και συναγων οθεν ου διεσκορπισας 
25 και φοβηθεις απελθων εκρυψα το ταλαντον σου εν τη γη ιδε εχεις το σον 
26 αποκριθεις δε ο κυριος αυτου ειπεν αυτω πονηρε δουλε και οκνηρε ηδεις οτι θεριζω οπου ουκ εσπειρα και συναγω οθεν ου διεσκορπισα 
27 εδει σε ουν βαλειν τα αργυρια μου τοις τραπεζιταις και ελθων εγω εκομισαμην αν το εμον συν τοκω 
28 αρατε ουν απ αυτου το ταλαντον και δοτε τω εχοντι τα δεκα ταλαντα 
29 τω γαρ εχοντι παντι δοθησεται και περισσευθησεται του δε μη εχοντος και ο εχει αρθησεται απ αυτου Matt 13:12, Mark 4:25, Luke 8:18, Luke 19:26
30 και τον αχρειον δουλον εκβαλετε εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων Matt 8:12, Matt 13:42, Matt 22:13, Matt 24:51, Luke 13:28
31 οταν δε ελθη ο υιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγγελοι μετ αυτου τοτε καθισει επι θρονου δοξης αυτου Matt 16:27, Matt 26:64, Mark 14:62, Luke 21:27, Acts 1:11, 1 Thess 4:16, 2 Thess 1:10, Rev 1:7, Matt 19:28
32 και συναχθησονται εμπροσθεν αυτου παντα τα εθνη και αφορισει αυτους απ αλληλων ωσπερ ο ποιμην αφοριζει τα προβατα απο των εριφων Ezek 34:17, Ezek 34:20, Matt 13:49
33 και στησει τα μεν προβατα εκ δεξιων αυτου τα δε εριφια εξ ευωνυμων 
34 τοτε ερει ο βασιλευς τοις εκ δεξιων αυτου δευτε οι ευλογημενοι του πατρος μου κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου Matt 20:23, Mark 10:40
35 επεινασα γαρ και εδωκατε μοι φαγειν εδιψησα και εποτισατε με ξενος ημην και συνηγαγετε με Isa 58:7, Ezek 18:7, Heb 13:2
36 γυμνος και περιεβαλετε με ησθενησα και επεσκεψασθε με εν φυλακη ημην και ηλθατε προς με Isa 58:7, Ja 2:15, 2 Tim 1:16
37 τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν η διψωντα και εποτισαμεν 
38 ποτε δε σε ειδομεν ξενον και συνηγαγομεν η γυμνον και περιεβαλομεν 
39 ποτε δε σε ειδομεν ασθενουντα η εν φυλακη και ηλθομεν προς σε 
40 και αποκριθεις ο βασιλευς ερει αυτοις αμην λεγω υμιν εφ οσον εποιησατε ενι τουτων των αδελφων μου των ελαχιστων εμοι εποιησατε Prov 19:17, Matt 10:42, Mark 9:41, John 13:20, 2 Cor 9:6
41 τοτε ερει και τοις εξ ευωνυμων πορευεσθε απ εμου [οι] κατηραμενοι εις το πυρ το αιωνιον το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου Psa 6:8, Matt 7:23, Luke 13:25, Luke 13:27, Isa 30:33, Rev 19:20
42 επεινασα γαρ και ουκ εδωκατε μοι φαγειν εδιψησα και ουκ εποτισατε με 
43 ξενος ημην και ου συνηγαγετε με γυμνος και ου περιεβαλετε με ασθενης και εν φυλακη και ουκ επεσκεψασθε με 
44 τοτε αποκριθησονται και αυτοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα η διψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη και ου διηκονησαμεν σοι 
45 τοτε αποκριθησεται αυτοις λεγων αμην λεγω υμιν εφ οσον ουκ εποιησατε ενι τουτων των ελαχιστων ουδε εμοι εποιησατε Prov 14:31, Prov 17:5, Zech 2:8
46 και απελευσονται ουτοι εις κολασιν αιωνιον οι δε δικαιοι εις ζωην αιωνιον Dan 12:2, John 5:29


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle