Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και οτε εγγιζουσιν εις ιεροσολυμα εις βηθφαγη και βηθανιαν προς το ορος των ελαιων αποστελλει δυο των μαθητων αυτου Matt 21:1, Luke 19:29
2 και λεγει αυτοις υπαγετε εις την κωμην την κατεναντι υμων και ευθυς εισπορευομενοι εις αυτην ευρησετε πωλον δεδεμενον εφ ον ουδεις ουπω ανθρωπων εκαθισεν λυσατε αυτον και φερετε 
3 και εαν τις υμιν ειπη τι ποιειτε τουτο ειπατε ο κυριος αυτου χρειαν εχει και ευθυς αυτον αποστελλει παλιν ωδε 
4 και απηλθον και ευρον πωλον δεδεμενον προς θυραν εξω επι του αμφοδου και λυουσιν αυτον 
5 και τινες των εκει εστηκοτων ελεγον αυτοις τι ποιειτε λυοντες τον πωλον 
6 οι δε ειπαν αυτοις καθως ειπεν ο ιησους και αφηκαν αυτους 
7 και φερουσιν τον πωλον προς τον ιησουν και επιβαλλουσιν αυτω τα ιματια αυτων και εκαθισεν επ αυτον John 12:14, 2 Kin 9:13
8 και πολλοι τα ιματια αυτων εστρωσαν εις την οδον αλλοι δε στιβαδας κοψαντες εκ των αγρων 
9 και οι προαγοντες και οι ακολουθουντες εκραζον ωσαννα ευλογημενος ο ερχομενος εν ονοματι κυριου Psa 118:26
10 ευλογημενη η ερχομενη βασιλεια του πατρος ημων δαυιδ ωσαννα εν τοις υψιστοις 
11 και εισηλθεν εις ιεροσολυμα εις το ιερον και περιβλεψαμενος παντα οψιας ηδη ουσης της ωρας εξηλθεν εις βηθανιαν μετα των δωδεκα Matt 21:12, Matt 21:14, Luke 19:45, John 2:14
12 και τη επαυριον εξελθοντων αυτων απο βηθανιας επεινασεν Matt 21:18
13 και ιδων συκην απο μακροθεν εχουσαν φυλλα ηλθεν ει αρα τι ευρησει εν αυτη και ελθων επ αυτην ουδεν ευρεν ει μη φυλλα ο γαρ καιρος ουκ ην συκων 
14 και αποκριθεις ειπεν αυτη μηκετι εις τον αιωνα εκ σου μηδεις καρπον φαγοι και ηκουον οι μαθηται αυτου 
15 και ερχονται εις ιεροσολυμα και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας και τους αγοραζοντας εν τω ιερω και τας τραπεζας των κολλυβιστων και τας καθεδρας των πωλουντων τας περιστερας κατεστρεψεν Matt 21:12, Luke 19:45, John 2:14
16 και ουκ ηφιεν ινα τις διενεγκη σκευος δια του ιερου 
17 και εδιδασκεν και ελεγεν αυτοις ου γεγραπται οτι ο οικος μου οικος προσευχης κληθησεται πασιν τοις εθνεσιν υμεις δε πεποιηκατε αυτον σπηλαιον ληστων Matt 21:13, Luke 19:46, 1 Kin 8:29, Isa 56:7, Jer 7:11
18 και ηκουσαν οι αρχιερεις και οι γραμματεις και εζητουν πως αυτον απολεσωσιν εφοβουντο γαρ αυτον πας γαρ ο οχλος εξεπλησσετο επι τη διδαχη αυτου John 7:19
19 και οταν οψε εγενετο εξεπορευοντο εξω της πολεως 
20 και παραπορευομενοι πρωι ειδον την συκην εξηραμμενην εκ ριζων 
21 και αναμνησθεις ο πετρος λεγει αυτω ραββι ιδε η συκη ην κατηρασω εξηρανται 
22 και αποκριθεις ο ιησους λεγει αυτοις εχετε πιστιν θεου 
23 αμην λεγω υμιν οτι ος αν ειπη τω ορει τουτω αρθητι και βληθητι εις την θαλασσαν και μη διακριθη εν τη καρδια αυτου αλλα πιστευη οτι ο λαλει γινεται εσται αυτω Matt 17:20, Matt 21:21, Luke 17:6
24 δια τουτο λεγω υμιν παντα οσα προσευχεσθε και αιτεισθε πιστευετε οτι ελαβετε και εσται υμιν Jer 29:12, Matt 7:7, Luke 11:9, John 14:13, John 15:17, John 16:24, Ja 1:5, 1 John 3:22, 1 John 5:14
25 και οταν στηκετε προσευχομενοι αφιετε ει τι εχετε κατα τινος ινα και ο πατηρ υμων ο εν τοις ουρανοις αφη υμιν τα παραπτωματα υμων Matt 6:14, Col 3:13
26  Matt 18:35
27 και ερχονται παλιν εις ιεροσολυμα και εν τω ιερω περιπατουντος αυτου ερχονται προς αυτον οι αρχιερεις και οι γραμματεις και οι πρεσβυτεροι Matt 21:23, Luke 20:1
28 και ελεγον αυτω εν ποια εξουσια ταυτα ποιεις η τις σοι εδωκεν την εξουσιαν ταυτην ινα ταυτα ποιης Ex 2:14, Acts 4:7, Acts 7:27
29 ο δε ιησους ειπεν αυτοις επερωτησω υμας ενα λογον και αποκριθητε μοι και ερω υμιν εν ποια εξουσια ταυτα ποιω 
30 το βαπτισμα το ιωαννου εξ ουρανου ην η εξ ανθρωπων αποκριθητε μοι 
31 και διελογιζοντο προς εαυτους λεγοντες εαν ειπωμεν εξ ουρανου ερει δια τι [ουν] ουκ επιστευσατε αυτω 
32 αλλα ειπωμεν εξ ανθρωπων εφοβουντο τον οχλον απαντες γαρ ειχον τον ιωαννην οντως οτι προφητης ην Matt 14:5, Mark 6:20
33 και αποκριθεντες τω ιησου λεγουσιν ουκ οιδαμεν και ο ιησους λεγει αυτοις ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle