Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και ηρξατο αυτοις εν παραβολαις λαλειν αμπελωνα ανθρωπος εφυτευσεν και περιεθηκεν φραγμον και ωρυξεν υποληνιον και ωκοδομησεν πυργον και εξεδετο αυτον γεωργοις και απεδημησεν Matt 21:33, Luke 20:9, Psa 80:8, Isa 5:1, Jer 2:21, Jer 12:10
2 και απεστειλεν προς τους γεωργους τω καιρω δουλον ινα παρα των γεωργων λαβη απο των καρπων του αμπελωνος 
3 και λαβοντες αυτον εδειραν και απεστειλαν κενον 
4 και παλιν απεστειλεν προς αυτους αλλον δουλον κακεινον εκεφαλιωσαν και ητιμασαν 
5 και αλλον απεστειλεν κακεινον απεκτειναν και πολλους αλλους ους μεν δεροντες ους δε αποκτεννοντες 
6 ετι ενα ειχεν υιον αγαπητον απεστειλεν αυτον εσχατον προς αυτους λεγων οτι εντραπησονται τον υιον μου 
7 εκεινοι δε οι γεωργοι προς εαυτους ειπαν οτι ουτος εστιν ο κληρονομος δευτε αποκτεινωμεν αυτον και ημων εσται η κληρονομια Psa 2:8, Gen 37:18, Matt 26:3, John 11:53
8 και λαβοντες απεκτειναν αυτον και εξεβαλον αυτον εξω του αμπελωνος 
9 τι [ουν] ποιησει ο κυριος του αμπελωνος ελευσεται και απολεσει τους γεωργους και δωσει τον αμπελωνα αλλοις 
10 ουδε την γραφην ταυτην ανεγνωτε λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας Psa 118:22, Isa 28:16, Matt 21:42, Luke 20:17, Acts 4:11, Rom 9:33, 1 Pet 2:6
11 παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοις ημων 
12 και εζητουν αυτον κρατησαι και εφοβηθησαν τον οχλον εγνωσαν γαρ οτι προς αυτους την παραβολην ειπεν και αφεντες αυτον απηλθον 
13 και αποστελλουσιν προς αυτον τινας των φαρισαιων και των ηρωδιανων ινα αυτον αγρευσωσιν λογω Matt 22:15, Luke 20:20
14 και ελθοντες λεγουσιν αυτω διδασκαλε οιδαμεν οτι αληθης ει και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων αλλ επ αληθειας την οδον του θεου διδασκεις εξεστιν δουναι κηνσον καισαρι η ου δωμεν η μη δωμεν 
15 ο δε ειδως αυτων την υποκρισιν ειπεν αυτοις τι με πειραζετε φερετε μοι δηναριον ινα ιδω 
16 οι δε ηνεγκαν και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη οι δε ειπαν αυτω καισαρος 
17 ο δε ιησους ειπεν αυτοις τα καισαρος αποδοτε καισαρι και τα του θεου τω θεω και εξεθαυμαζον επ αυτω Matt 17:25, Matt 22:21, Rom 13:7
18 και ερχονται σαδδουκαιοι προς αυτον οιτινες λεγουσιν αναστασιν μη ειναι και επηρωτων αυτον λεγοντες Matt 22:23, Luke 20:27, Acts 23:8
19 διδασκαλε μωυσης εγραψεν ημιν οτι εαν τινος αδελφος αποθανη και καταλιπη γυναικα και μη αφη τεκνον ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου Deut 25:5
20 επτα αδελφοι ησαν και ο πρωτος ελαβεν γυναικα και αποθνησκων ουκ αφηκεν σπερμα 
21 και ο δευτερος ελαβεν αυτην και απεθανεν μη καταλιπων σπερμα και ο τριτος ωσαυτως 
22 και οι επτα ουκ αφηκαν σπερμα εσχατον παντων και η γυνη απεθανεν 
23 εν τη αναστασει [οταν αναστωσιν] τινος αυτων εσται γυνη οι γαρ επτα εσχον αυτην γυναικα 
24 εφη αυτοις ο ιησους ου δια τουτο πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου 
25 οταν γαρ εκ νεκρων αναστωσιν ουτε γαμουσιν ουτε γαμιζονται αλλ εισιν ως αγγελοι εν τοις ουρανοις Matt 22:30, 1 John 3:2
26 περι δε των νεκρων οτι εγειρονται ουκ ανεγνωτε εν τη βιβλω μωυσεως επι του βατου πως ειπεν αυτω ο θεος λεγων εγω ο θεος αβρααμ και [ο] θεος ισαακ και [ο] θεος ιακωβ Ex 3:6, Matt 22:31, Acts 7:32, Heb 11:16
27 ουκ εστιν θεος νεκρων αλλα ζωντων πολυ πλανασθε 
28 και προσελθων εις των γραμματεων ακουσας αυτων συζητουντων ιδων οτι καλως απεκριθη αυτοις επηρωτησεν αυτον ποια εστιν εντολη πρωτη παντων Matt 22:34, Luke 10:25
29 απεκριθη ο ιησους οτι πρωτη εστιν ακουε ισραηλ κυριος ο θεος ημων κυριος εις εστιν Deut 6:4, Deut 10:12, Luke 10:27
30 και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου 
31 δευτερα αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν Lev 19:18, Matt 22:39, Rom 13:9, Gal 5:14, Ja 2:8
32 και ειπεν αυτω ο γραμματευς καλως διδασκαλε επ αληθειας ειπες οτι εις εστιν και ουκ εστιν αλλος πλην αυτου 
33 και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ισχυος και το αγαπαν τον πλησιον ως εαυτον περισσοτερον εστιν παντων των ολοκαυτωματων και θυσιων 
34 και ο ιησους ιδων [αυτον] οτι νουνεχως απεκριθη ειπεν αυτω ου μακραν ει απο της βασιλειας του θεου και ουδεις ουκετι ετολμα αυτον επερωτησαι 
35 και αποκριθεις ο ιησους ελεγεν διδασκων εν τω ιερω πως λεγουσιν οι γραμματεις οτι ο χριστος υιος δαυιδ εστιν Matt 22:41, Luke 20:41
36 αυτος δαυιδ ειπεν εν τω πνευματι τω αγιω ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου Psa 110:1, Acts 2:34, 1 Cor 15:25, Heb 1:13, Heb 10:13
37 αυτος δαυιδ λεγει αυτον κυριον και ποθεν αυτου εστιν υιος και [ο] πολυς οχλος ηκουεν αυτου ηδεως 
38 και εν τη διδαχη αυτου ελεγεν βλεπετε απο των γραμματεων των θελοντων εν στολαις περιπατειν και ασπασμους εν ταις αγοραις Matt 23:5, Luke 11:43, Luke 20:46
39 και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις 
40 οι κατεσθιοντες τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι ουτοι λημψονται περισσοτερον κριμα Matt 23:14, Luke 20:47, 2 Tim 3:6, Tit 1:11
41 και καθισας κατεναντι του γαζοφυλακιου εθεωρει πως ο οχλος βαλλει χαλκον εις το γαζοφυλακιον και πολλοι πλουσιοι εβαλλον πολλα Luke 21:1, 2 Kin 12:9
42 και ελθουσα μια χηρα πτωχη εβαλεν λεπτα δυο ο εστιν κοδραντης 
43 και προσκαλεσαμενος τους μαθητας αυτου ειπεν αυτοις αμην λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν των βαλλοντων εις το γαζοφυλακιον 2 Cor 8:12
44 παντες γαρ εκ του περισσευοντος αυτοις εβαλον αυτη δε εκ της υστερησεως αυτης παντα οσα ειχεν εβαλεν ολον τον βιον αυτης 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle