Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι Matt 24:1, Luke 21:5
2 και ο ιησους ειπεν αυτω βλεπεις ταυτας τας μεγαλας οικοδομας ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη 1 Kin 9:7, Mic 3:12, Luke 19:44
3 και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας Matt 24:3, Luke 21:7
4 ειπον ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα συντελεισθαι παντα Acts 1:6
5 ο δε ιησους ηρξατο λεγειν αυτοις βλεπετε μη τις υμας πλανηση Jer 29:8, Eph 5:6, 2 Thess 2:2, 1 John 4:1
6 πολλοι ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και πολλους πλανησουσιν Jer 14:14, Jer 23:21
7 οταν δε ακουσητε πολεμους και ακοας πολεμων μη θροεισθε δει γενεσθαι αλλ ουπω το τελος 
8 εγερθησεται γαρ εθνος επ εθνος και βασιλεια επι βασιλειαν εσονται σεισμοι κατα τοπους εσονται λιμοι αρχη ωδινων ταυτα Isa 19:2
9 βλεπετε δε υμεις εαυτους παραδωσουσιν υμας εις συνεδρια και εις συναγωγας δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις Matt 10:17, Matt 24:9, Luke 21:12, John 15:19, John 16:2, Rev 2:10
10 και εις παντα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον 
11 και οταν αγωσιν υμας παραδιδοντες μη προμεριμνατε τι λαλησητε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον Matt 10:19, Luke 12:11, Luke 21:4
12 και παραδωσει αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους Ezek 38:21, Mic 7:6
13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται Matt 10:22, Matt 24:13, Luke 21:19, Rev 2:7, Rev 2:10
14 οταν δε ιδητε το βδελυγμα της ερημωσεως εστηκοτα οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη Matt 24:15, Luke 21:20, Dan 9:27, Luke 21:21
15 ο [δε] επι του δωματος μη καταβατω μηδε εισελθατω αραι τι εκ της οικιας αυτου 
16 και ο εις τον αγρον μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου 
17 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις 
18 προσευχεσθε δε ινα μη γενηται χειμωνος 
19 εσονται γαρ αι ημεραι εκειναι θλιψις οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ην εκτισεν ο θεος εως του νυν και ου μη γενηται 
20 και ει μη εκολοβωσεν κυριος τας ημερας ουκ αν εσωθη πασα σαρξ αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας 
21 και τοτε εαν τις υμιν ειπη ιδε ωδε ο χριστος ιδε εκει μη πιστευετε Matt 24:23, Luke 21:8
22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον τους εκλεκτους Deut 13:1, 2 Thess 2:11
23 υμεις δε βλεπετε προειρηκα υμιν παντα 
24 αλλα εν εκειναις ταις ημεραις μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης Isa 13:10, Ezek 32:7, Joel 2:31, Joel 3:15, Matt 24:29, Luke 21:25, Rev 6:12
25 και οι αστερες εσονται εκ του ουρανου πιπτοντες και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται 
26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης Dan 7:10, Matt 16:27, Matt 24:30, Mark 14:62, Luke 21:27, Acts 1:11, 1 Thess 4:16, 2 Thess 1:10, Rev 1:7
27 και τοτε αποστελει τους αγγελους και επισυναξει τους εκλεκτους [αυτου] εκ των τεσσαρων ανεμων απ ακρου γης εως ακρου ουρανου 
28 απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης απαλος γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυς το θερος εστιν Matt 24:32, Luke 21:29
29 ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν επι θυραις 
30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρις ου ταυτα παντα γενηται 
31 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελευσονται Psa 102:26, Isa 40:8, Isa 51:6, Heb 1:11
32 περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν ουδε οι αγγελοι εν ουρανω ουδε ο υιος ει μη ο πατηρ Matt 24:36, Acts 1:7
33 βλεπετε αγρυπνειτε ουκ οιδατε γαρ ποτε ο καιρος εστιν Matt 24:42, Matt 25:13, Luke 12:40, Luke 21:36, 1 Thess 5:6
34 ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη 
35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται η οψε η μεσονυκτιον η αλεκτοροφωνιας η πρωι 
36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας 
37 ο δε υμιν λεγω πασιν λεγω γρηγορειτε 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle