Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ην δε το πασχα και τα αζυμα μετα δυο ημερας και εζητουν οι αρχιερεις και οι γραμματεις πως αυτον εν δολω κρατησαντες αποκτεινωσιν Matt 26:2, Luke 22:1, John 11:55, John 13:1
2 ελεγον γαρ μη εν τη εορτη μηποτε εσται θορυβος του λαου 
3 και οντος αυτου εν βηθανια εν τη οικια σιμωνος του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικης πολυτελους συντριψασα την αλαβαστρον κατεχεεν αυτου της κεφαλης Matt 26:6, Luke 7:37, John 11:2, John 12:3
4 ησαν δε τινες αγανακτουντες προς εαυτους εις τι η απωλεια αυτη του μυρου γεγονεν 
5 ηδυνατο γαρ τουτο το μυρον πραθηναι επανω δηναριων τριακοσιων και δοθηναι τοις πτωχοις και ενεβριμωντο αυτη 
6 ο δε ιησους ειπεν αφετε αυτην τι αυτη κοπους παρεχετε καλον εργον ηργασατο εν εμοι 
7 παντοτε γαρ τους πτωχους εχετε μεθ εαυτων και οταν θελητε δυνασθε αυτοις ευ ποιησαι εμε δε ου παντοτε εχετε Deut 15:11
8 ο εσχεν εποιησεν προελαβεν μυρισαι το σωμα μου εις τον ενταφιασμον 
9 αμην δε λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον εις ολον τον κοσμον και ο εποιησεν αυτη λαληθησεται εις μνημοσυνον αυτης 
10 και ιουδας ισκαριωθ ο εις των δωδεκα απηλθεν προς τους αρχιερεις ινα αυτον παραδοι αυτοις Matt 26:14, Luke 22:4
11 οι δε ακουσαντες εχαρησαν και επηγγειλαντο αυτω αργυριον δουναι και εζητει πως αυτον ευκαιρως παραδοι 
12 και τη πρωτη ημερα των αζυμων οτε το πασχα εθυον λεγουσιν αυτω οι μαθηται αυτου που θελεις απελθοντες ετοιμασωμεν ινα φαγης το πασχα Matt 26:17, Luke 22:7, Ex 12:17
13 και αποστελλει δυο των μαθητων αυτου και λεγει αυτοις υπαγετε εις την πολιν και απαντησει υμιν ανθρωπος κεραμιον υδατος βασταζων ακολουθησατε αυτω 
14 και οπου εαν εισελθη ειπατε τω οικοδεσποτη οτι ο διδασκαλος λεγει που εστιν το καταλυμα μου οπου το πασχα μετα των μαθητων μου φαγω 
15 και αυτος υμιν δειξει αναγαιον μεγα εστρωμενον ετοιμον και εκει ετοιμασατε ημιν 
16 και εξηλθον οι μαθηται και ηλθον εις την πολιν και ευρον καθως ειπεν αυτοις και ητοιμασαν το πασχα 
17 και οψιας γενομενης ερχεται μετα των δωδεκα Matt 26:20, Luke 22:14
18 και ανακειμενων αυτων και εσθιοντων ο ιησους ειπεν αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με ο εσθιων μετ εμου Psa 41:9, Acts 1:17
19 ηρξαντο λυπεισθαι και λεγειν αυτω εις κατα εις μητι εγω 
20 ο δε ειπεν αυτοις εις των δωδεκα ο εμβαπτομενος μετ εμου εις το τρυβλιον 
21 οτι ο μεν υιος του ανθρωπου υπαγει καθως γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιος του ανθρωπου παραδιδοται καλον αυτω ει ουκ εγεννηθη ο ανθρωπος εκεινος 
22 και εσθιοντων αυτων λαβων αρτον ευλογησας εκλασεν και εδωκεν αυτοις και ειπεν λαβετε τουτο εστιν το σωμα μου Matt 26:26, Luke 22:19, 1 Cor 11:23
23 και λαβων ποτηριον ευχαριστησας εδωκεν αυτοις και επιον εξ αυτου παντες 
24 και ειπεν αυτοις τουτο εστιν το αιμα μου της διαθηκης το εκχυννομενον υπερ πολλων 
25 αμην λεγω υμιν οτι ουκετι ου μη πιω εκ του γενηματος της αμπελου εως της ημερας εκεινης οταν αυτο πινω καινον εν τη βασιλεια του θεου 
26 και υμνησαντες εξηλθον εις το ορος των ελαιων 
27 και λεγει αυτοις ο ιησους οτι παντες σκανδαλισθησεσθε οτι γεγραπται παταξω τον ποιμενα και τα προβατα διασκορπισθησονται Matt 26:31, John 16:32, Zech 13:7
28 αλλα μετα το εγερθηναι με προαξω υμας εις την γαλιλαιαν Matt 26:32, Matt 28:10, Mark 16:7
29 ο δε πετρος εφη αυτω ει και παντες σκανδαλισθησονται αλλ ουκ εγω 
30 και λεγει αυτω ο ιησους αμην λεγω σοι οτι συ σημερον ταυτη τη νυκτι πριν η δις αλεκτορα φωνησαι τρις με απαρνηση Matt 26:34, Luke 22:34, John 13:38
31 ο δε εκπερισσως ελαλει εαν δεη με συναποθανειν σοι ου μη σε απαρνησομαι ωσαυτως δε και παντες ελεγον John 13:37
32 και ερχονται εις χωριον ου το ονομα γεθσημανι και λεγει τοις μαθηταις αυτου καθισατε ωδε εως προσευξωμαι Matt 26:36, Luke 22:39, John 18:1
33 και παραλαμβανει τον πετρον και [τον] ιακωβον και [τον] ιωαννην μετ αυτου και ηρξατο εκθαμβεισθαι και αδημονειν 
34 και λεγει αυτοις περιλυπος εστιν η ψυχη μου εως θανατου μεινατε ωδε και γρηγορειτε John 12:27
35 και προελθων μικρον επιπτεν επι της γης και προσηυχετο ινα ει δυνατον εστιν παρελθη απ αυτου η ωρα Luke 22:41
36 και ελεγεν αββα ο πατηρ παντα δυνατα σοι παρενεγκε το ποτηριον τουτο απ εμου αλλ ου τι εγω θελω αλλα τι συ John 6:38
37 και ερχεται και ευρισκει αυτους καθευδοντας και λεγει τω πετρω σιμων καθευδεις ουκ ισχυσας μιαν ωραν γρηγορησαι Matt 26:40, Luke 22:45
38 γρηγορειτε και προσευχεσθε ινα μη ελθητε εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης Gal 5:17
39 και παλιν απελθων προσηυξατο τον αυτον λογον ειπων 
40 και παλιν ελθων ευρεν αυτους καθευδοντας ησαν γαρ αυτων οι οφθαλμοι καταβαρυνομενοι και ουκ ηδεισαν τι αποκριθωσιν αυτω 
41 και ερχεται το τριτον και λεγει αυτοις καθευδετε το λοιπον και αναπαυεσθε απεχει ηλθεν η ωρα ιδου παραδιδοται ο υιος του ανθρωπου εις τας χειρας των αμαρτωλων 
42 εγειρεσθε αγωμεν ιδου ο παραδιδους με ηγγικεν 
43 και ευθυς ετι αυτου λαλουντος παραγινεται ιουδας εις των δωδεκα και μετ αυτου οχλος μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων Matt 26:47, Luke 22:47, John 18:3
44 δεδωκει δε ο παραδιδους αυτον συσσημον αυτοις λεγων ον αν φιλησω αυτος εστιν κρατησατε αυτον και απαγετε ασφαλως 
45 και ελθων ευθυς προσελθων αυτω λεγει ραββι και κατεφιλησεν αυτον 2 Sam 20:9
46 οι δε επεβαλον τας χειρας αυτω και εκρατησαν αυτον 
47 εις δε [τις] των παρεστηκοτων σπασαμενος την μαχαιραν επαισεν τον δουλον του αρχιερεως και αφειλεν αυτου το ωταριον 
48 και αποκριθεις ο ιησους ειπεν αυτοις ως επι ληστην εξηλθατε μετα μαχαιρων και ξυλων συλλαβειν με 
49 καθ ημεραν ημην προς υμας εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι Psa 22:6, Psa 69:9, Luke 24:25
50 και αφεντες αυτον εφυγον παντες Job 19:13, Psa 88:8
51 και νεανισκος τις συνηκολουθει αυτω περιβεβλημενος σινδονα επι γυμνου και κρατουσιν αυτον 
52 ο δε καταλιπων την σινδονα γυμνος εφυγεν 
53 και απηγαγον τον ιησουν προς τον αρχιερεα και συνερχονται παντες οι αρχιερεις και οι πρεσβυτεροι και οι γραμματεις Matt 26:57, Luke 22:54, John 18:13, John 18:24
54 και ο πετρος απο μακροθεν ηκολουθησεν αυτω εως εσω εις την αυλην του αρχιερεως και ην συγκαθημενος μετα των υπηρετων και θερμαινομενος προς το φως 
55 οι δε αρχιερεις και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν εις το θανατωσαι αυτον και ουχ ηυρισκον Matt 26:59, Acts 6:13
56 πολλοι γαρ εψευδομαρτυρουν κατ αυτου και ισαι αι μαρτυριαι ουκ ησαν 
57 και τινες ανασταντες εψευδομαρτυρουν κατ αυτου λεγοντες 
58 οτι ημεις ηκουσαμεν αυτου λεγοντος οτι εγω καταλυσω τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον οικοδομησω Mark 15:29, John 2:19
59 και ουδε ουτως ιση ην η μαρτυρια αυτων 
60 και αναστας ο αρχιερευς εις μεσον επηρωτησεν τον ιησουν λεγων ουκ αποκρινη ουδεν τι ουτοι σου καταμαρτυρουσιν Matt 26:62
61 ο δε εσιωπα και ουκ απεκρινατο ουδεν παλιν ο αρχιερευς επηρωτα αυτον και λεγει αυτω συ ει ο χριστος ο υιος του ευλογητου Isa 53:7, Acts 8:32
62 ο δε ιησους ειπεν εγω ειμι και οψεσθε τον υιον του ανθρωπου εκ δεξιων καθημενον της δυναμεως και ερχομενον μετα των νεφελων του ουρανου Dan 7:13, Matt 16:27, Matt 24:30, Matt 25:31, Luke 21:27, Acts 1:11, 1 Thess 4:16, 2 Thess 1:10, Rev 1:7
63 ο δε αρχιερευς διαρρηξας τους χιτωνας αυτου λεγει τι ετι χρειαν εχομεν μαρτυρων 
64 ηκουσατε της βλασφημιας τι υμιν φαινεται οι δε παντες κατεκριναν αυτον ενοχον ειναι θανατου 
65 και ηρξαντο τινες εμπτυειν αυτω και περικαλυπτειν αυτου το προσωπον και κολαφιζειν αυτον και λεγειν αυτω προφητευσον και οι υπηρεται ραπισμασιν αυτον ελαβον Job 16:10, Isa 50:6, John 19:3
66 και οντος του πετρου κατω εν τη αυλη ερχεται μια των παιδισκων του αρχιερεως Matt 26:58, Matt 26:69, Luke 22:55, John 18:16
67 και ιδουσα τον πετρον θερμαινομενον εμβλεψασα αυτω λεγει και συ μετα του ναζαρηνου ησθα του ιησου 
68 ο δε ηρνησατο λεγων ουτε οιδα ουτε επισταμαι συ τι λεγεις και εξηλθεν εξω εις το προαυλιον [και αλεκτωρ εφωνησεν] 
69 και η παιδισκη ιδουσα αυτον ηρξατο παλιν λεγειν τοις παρεστωσιν οτι ουτος εξ αυτων εστιν Matt 26:71, Luke 22:58, John 18:25
70 ο δε παλιν ηρνειτο και μετα μικρον παλιν οι παρεστωτες ελεγον τω πετρω αληθως εξ αυτων ει και γαρ γαλιλαιος ει 
71 ο δε ηρξατο αναθεματιζειν και ομνυναι οτι ουκ οιδα τον ανθρωπον τουτον ον λεγετε 
72 και ευθυς εκ δευτερου αλεκτωρ εφωνησεν και ανεμνησθη ο πετρος το ρημα ως ειπεν αυτω ο ιησους οτι πριν αλεκτορα φωνησαι δις τρις με απαρνηση και επιβαλων εκλαιεν Matt 26:34, Luke 22:61, John 13:38, John 18:27


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle