Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και ευθυς πρωι συμβουλιον ποιησαντες οι αρχιερεις μετα των πρεσβυτερων και γραμματεων και ολον το συνεδριον δησαντες τον ιησουν απηνεγκαν και παρεδωκαν πιλατω Psa 2:2, Matt 27:1, Luke 22:66, Luke 23:1, John 18:28, Acts 3:13
2 και επηρωτησεν αυτον ο πιλατος συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω λεγει συ λεγεις Matt 27:11, Luke 23:3, John 18:33
3 και κατηγορουν αυτου οι αρχιερεις πολλα 
4 ο δε πιλατος παλιν επηρωτα αυτον λεγων ουκ αποκρινη ουδεν ιδε ποσα σου κατηγορουσιν Matt 27:13, John 19:10
5 ο δε ιησους ουκετι ουδεν απεκριθη ωστε θαυμαζειν τον πιλατον 
6 κατα δε εορτην απελυεν αυτοις ενα δεσμιον ον παρητουντο Matt 27:15, Luke 23:17, John 18:39
7 ην δε ο λεγομενος βαραββας μετα των στασιαστων δεδεμενος οιτινες εν τη στασει φονον πεποιηκεισαν Matt 27:16, Luke 23:19, John 18:40
8 και αναβας ο οχλος ηρξατο αιτεισθαι καθως εποιει αυτοις 
9 ο δε πιλατος απεκριθη αυτοις λεγων θελετε απολυσω υμιν τον βασιλεα των ιουδαιων 
10 εγινωσκεν γαρ οτι δια φθονον παραδεδωκεισαν αυτον οι αρχιερεις 
11 οι δε αρχιερεις ανεσεισαν τον οχλον ινα μαλλον τον βαραββαν απολυση αυτοις Matt 27:20, Luke 23:18, John 18:40, Acts 3:14
12 ο δε πιλατος παλιν αποκριθεις ελεγεν αυτοις τι ουν [θελετε] ποιησω [ον λεγετε] τον βασιλεα των ιουδαιων 
13 οι δε παλιν εκραξαν σταυρωσον αυτον 
14 ο δε πιλατος ελεγεν αυτοις τι γαρ εποιησεν κακον οι δε περισσως εκραξαν σταυρωσον αυτον 
15 ο δε πιλατος βουλομενος τω οχλω το ικανον ποιησαι απελυσεν αυτοις τον βαραββαν και παρεδωκεν τον ιησουν φραγελλωσας ινα σταυρωθη Matt 27:26, John 19:1
16 οι δε στρατιωται απηγαγον αυτον εσω της αυλης ο εστιν πραιτωριον και συγκαλουσιν ολην την σπειραν Matt 27:27, John 19:2
17 και ενδιδυσκουσιν αυτον πορφυραν και περιτιθεασιν αυτω πλεξαντες ακανθινον στεφανον 
18 και ηρξαντο ασπαζεσθαι αυτον χαιρε βασιλευ των ιουδαιων 
19 και ετυπτον αυτου την κεφαλην καλαμω και ενεπτυον αυτω και τιθεντες τα γονατα προσεκυνουν αυτω 
20 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την πορφυραν και ενεδυσαν αυτον τα ιματια αυτου και εξαγουσιν αυτον ινα σταυρωσωσιν αυτον 
21 και αγγαρευουσιν παραγοντα τινα σιμωνα κυρηναιον ερχομενον απ αγρου τον πατερα αλεξανδρου και ρουφου ινα αρη τον σταυρον αυτου Matt 27:32, Luke 23:26
22 και φερουσιν αυτον επι τον γολγοθαν τοπον ο εστιν μεθερμηνευομενον κρανιου τοπος Matt 27:33, Luke 23:33, John 19:17
23 και εδιδουν αυτω εσμυρνισμενον οινον ος δε ουκ ελαβεν 
24 και σταυρουσιν αυτον και διαμεριζονται τα ιματια αυτου βαλλοντες κληρον επ αυτα τις τι αρη Matt 27:35, Luke 23:34, John 19:23, Psa 22:18
25 ην δε ωρα τριτη και εσταυρωσαν αυτον 
26 και ην η επιγραφη της αιτιας αυτου επιγεγραμμενη ο βασιλευς των ιουδαιων Matt 27:37, Luke 23:38, John 19:19
27 και συν αυτω σταυρουσιν δυο ληστας ενα εκ δεξιων και ενα εξ ευωνυμων αυτου 
28 και οι παραπορευομενοι εβλασφημουν αυτον κινουντες τας κεφαλας αυτων και λεγοντες ουα ο καταλυων τον ναον και οικοδομων εν τρισιν ημεραις Psa 22:7, Psa 69:20, Psa 109:25, Matt 27:39, Luke 23:35, John 2:19
29 σωσον σεαυτον καταβας απο του σταυρου 
30 ομοιως και οι αρχιερεις εμπαιζοντες προς αλληλους μετα των γραμματεων ελεγον αλλους εσωσεν εαυτον ου δυναται σωσαι 
31 ο χριστος ο βασιλευς ισραηλ καταβατω νυν απο του σταυρου ινα ιδωμεν και πιστευσωμεν και οι συνεσταυρωμενοι συν αυτω ωνειδιζον αυτον 
32 και γενομενης ωρας εκτης σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης Matt 27:45, Luke 23:44
33 και τη ενατη ωρα εβοησεν ο ιησους φωνη μεγαλη ελωι ελωι λεμα σαβαχθανι ο εστιν μεθερμηνευομενον ο θεος μου ο θεος μου εις τι εγκατελιπες με Psa 22:1, Matt 27:46
34 και τινες των παρεστηκοτων ακουσαντες ελεγον ιδε ηλιαν φωνει 
35 δραμων δε τις [και] γεμισας σπογγον οξους περιθεις καλαμω εποτιζεν αυτον λεγων αφετε ιδωμεν ει ερχεται ηλιας καθελειν αυτον Psa 69:21, John 19:29
36 ο δε ιησους αφεις φωνην μεγαλην εξεπνευσεν 
37 και το καταπετασμα του ναου εσχισθη εις δυο απ ανωθεν εως κατω 2 Chr 3:14, Matt 27:51, Luke 23:45
38 ιδων δε ο κεντυριων ο παρεστηκως εξ εναντιας αυτου οτι ουτως εξεπνευσεν ειπεν αληθως ουτος ο ανθρωπος υιος θεου ην Matt 27:54, Luke 23:47
39 ησαν δε και γυναικες απο μακροθεν θεωρουσαι εν αις και μαρια η μαγδαληνη και μαρια η ιακωβου του μικρου και ιωσητος μητηρ και σαλωμη Matt 27:55, Luke 23:49, Psa 38:11
40 αι οτε ην εν τη γαλιλαια ηκολουθουν αυτω και διηκονουν αυτω και αλλαι πολλαι αι συναναβασαι αυτω εις ιεροσολυμα Luke 8:2
41 και ηδη οψιας γενομενης επει ην παρασκευη ο εστιν προσαββατον Matt 27:57, Luke 23:50, John 19:38
42 ελθων ιωσηφ [ο] απο αριμαθαιας ευσχημων βουλευτης ος και αυτος ην προσδεχομενος την βασιλειαν του θεου τολμησας εισηλθεν προς τον πιλατον και ητησατο το σωμα του ιησου 
43 ο δε πιλατος εθαυμασεν ει ηδη τεθνηκεν και προσκαλεσαμενος τον κεντυριωνα επηρωτησεν αυτον ει παλαι απεθανεν 
44 και γνους απο του κεντυριωνος εδωρησατο το πτωμα τω ιωσηφ 
45 και αγορασας σινδονα καθελων αυτον ενειλησεν τη σινδονι και εθηκεν αυτον εν μνημειω ο ην λελατομημενον εκ πετρας και προσεκυλισεν λιθον επι την θυραν του μνημειου Matt 12:40, Matt 26:12, Matt 27:60, Luke 23:53
46 η δε μαρια η μαγδαληνη και μαρια η ιωσητος εθεωρουν που τεθειται 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle