Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και διαγενομενου του σαββατου μαρια η μαγδαληνη και μαρια η [του] ιακωβου και σαλωμη ηγορασαν αρωματα ινα ελθουσαι αλειψωσιν αυτον Matt 28:1, Luke 24:1, John 20:1
2 και λιαν πρωι τη μια των σαββατων ερχονται επι το μνημειον ανατειλαντος του ηλιου 
3 και ελεγον προς εαυτας τις αποκυλισει ημιν τον λιθον εκ της θυρας του μνημειου 
4 και αναβλεψασαι θεωρουσιν οτι αποκεκυλισται ο λιθος ην γαρ μεγας σφοδρα 
5 και εισελθουσαι εις το μνημειον ειδον νεανισκον καθημενον εν τοις δεξιοις περιβεβλημενον στολην λευκην και εξεθαμβηθησαν Matt 28:2, John 20:12
6 ο δε λεγει αυταις μη εκθαμβεισθε ιησουν ζητειτε τον ναζαρηνον τον εσταυρωμενον ηγερθη ουκ εστιν ωδε ιδε ο τοπος οπου εθηκαν αυτον Matt 28:5, Luke 24:5
7 αλλα υπαγετε ειπατε τοις μαθηταις αυτου και τω πετρω οτι προαγει υμας εις την γαλιλαιαν εκει αυτον οψεσθε καθως ειπεν υμιν Acts 1:3, Acts 13:31, 1 Cor 15:5, Matt 26:32, Matt 28:10, Mark 14:28
8 και εξελθουσαι εφυγον απο του μνημειου ειχεν γαρ αυτας τρομος και εκστασις και ουδενι ουδεν ειπαν εφοβουντο γαρ Matt 28:8, Luke 24:9, John 20:18
9 [[αναστας δε πρωι πρωτη σαββατου εφανη πρωτον μαρια τη μαγδαληνη παρ ης εκβεβληκει επτα δαιμονια John 20:14, John 20:16, Luke 8:2
10 [[παντα δε τα παρηγγελμενα τοις περι τον πετρον συντομως εξηγγειλαν μετα δε ταυτα και αυτος ο ιησους απο ανατολης και αχρι δυσεως εξαπεστειλεν δι αυτων το ιερον και αφθαρτον κηρυγμα της αιωνιου σωτηριας αμην]] John 20:14, John 20:16, Luke 8:2
11 εκεινη πορευθεισα απηγγειλεν τοις μετ αυτου γενομενοις πενθουσι και κλαιουσιν 
12 κακεινοι ακουσαντες οτι ζη και εθεαθη υπ αυτης ηπιστησαν 
13 μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοις εις αγρον Luke 24:13
14 κακεινοι απελθοντες απηγγειλαν τοις λοιποις ουδε εκεινοις επιστευσαν 
15 υστερον [δε] ανακειμενοις αυτοις τοις ενδεκα εφανερωθη και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοις θεασαμενοις αυτον εγηγερμενον ουκ επιστευσαν Luke 24:36, John 20:19, 1 Cor 15:5
16 και ειπεν αυτοις πορευθεντες εις τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει Matt 28:19, John 15:16
17 ο πιστευσας και βαπτισθεις σωθησεται ο δε απιστησας κατακριθησεται John 3:18, John 12:48
18 σημεια δε τοις πιστευσασιν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλουσιν γλωσσαις λαλησουσιν καιναις Luke 10:17, Acts 5:16, Acts 8:7, Acts 16:18, Acts 19:12, Acts 2:4, Acts 10:46, Acts 19:6
19 [και εν ταις χερσιν] οφεις αρουσιν καν θανασιμον τι πιωσιν ου μη αυτους βλαψη επι αρρωστους χειρας επιθησουσιν και καλως εξουσιν Luke 10:19, Acts 28:5, Acts 28:8
20 ο μεν ουν κυριος ιησους μετα το λαλησαι αυτοις ανελημφθη εις τον ουρανον και εκαθισεν εκ δεξιων του θεου Luke 24:50, Acts 1:9
21 εκεινοι δε εξελθοντες εκηρυξαν πανταχου του κυριου συνεργουντος και τον λογον βεβαιουντος δια των επακολουθουντων σημειων]] Acts 1:2, 1 Tim 3:16, Acts 14:3, Heb 2:4


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle