Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εισηλθεν παλιν εις την συναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα Matt 12:9, Luke 6:6
2 και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου 
3 και λεγει τω ανθρωπω τω την ξηραν χειρα εχοντι εγειρε εις το μεσον 
4 και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθον ποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων 
5 και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα και εξετεινεν και απεκατεσταθη η χειρ αυτου 1 Kin 13:6
6 και εξελθοντες οι φαρισαιοι ευθυς μετα των ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπως αυτον απολεσωσιν Matt 12:14, John 10:39, John 11:53
7 και ο ιησους μετα των μαθητων αυτου ανεχωρησεν προς την θαλασσαν και πολυ πληθος απο της γαλιλαιας [ηκολουθησεν] και απο της ιουδαιας Matt 4:25, Luke 6:17
8 και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και περι τυρον και σιδωνα πληθος πολυ ακουοντες οσα εποιει ηλθον προς αυτον 
9 και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον 
10 πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας 
11 και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντες οτι συ ει ο υιος του θεου 
12 και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν 
13 και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και απηλθον προς αυτον Matt 10:1, Mark 6:7, Luke 6:13, Luke 9:1
14 και εποιησεν δωδεκα [ους και αποστολους ωνομασεν] ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν 
15 και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια 
16 [και εποιησεν τους δωδεκα] και επεθηκεν ονομα τω σιμωνι πετρον 
17 και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοις ονομα[τα] βοανηργες ο εστιν υιοι βροντης 
18 και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον 
19 και ιουδαν ισκαριωθ ος και παρεδωκεν αυτον 
20 και ερχεται εις οικον και συνερχεται παλιν [ο] οχλος ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν Mark 6:31
21 και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη 
22 και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια Matt 9:34, Matt 12:24, Luke 11:15, John 8:48
23 και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις πως δυναται σατανας σαταναν εκβαλλειν Matt 12:25
24 και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη 
25 και εαν οικια εφ εαυτην μερισθη ου δυνησεται η οικια εκεινη σταθηναι 
26 και ει ο σατανας ανεστη εφ εαυτον και εμερισθη ου δυναται στηναι αλλα τελος εχει 
27 αλλ ου δυναται ουδεις εις την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει Matt 12:29, Col 2:15
28 αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν 1 Sam 2:25, Matt 12:31, Luke 12:10, 1 John 5:16
29 ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλα ενοχος εστιν αιωνιου αμαρτηματος 1 John 5:16
30 οτι ελεγον πνευμα ακαθαρτον εχει 
31 και ερχεται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντες απεστειλαν προς αυτον καλουντες αυτον Matt 12:46, Luke 8:19
32 και εκαθητο περι αυτον οχλος και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου [και αι αδελφαι σου] εξω ζητουσιν σε 
33 και αποκριθεις αυτοις λεγει τις εστιν η μητηρ μου και οι αδελφοι [μου] 
34 και περιβλεψαμενος τους περι αυτον κυκλω καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου 
35 ος [γαρ] αν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη και μητηρ εστιν John 15:14, 2 Cor 5:16


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle