Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και ελεγεν αυτοις αμην λεγω υμιν οτι εισιν τινες ωδε των εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει Matt 16:28, Luke 9:27
2 και μετα ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και τον ιακωβον και τον ιωαννην και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν μονους και μετεμορφωθη εμπροσθεν αυτων Matt 17:1, Luke 9:28
3 και τα ιματια αυτου εγενετο στιλβοντα λευκα λιαν οια γναφευς επι της γης ου δυναται ουτως λευκαναι 
4 και ωφθη αυτοις ηλιας συν μωυσει και ησαν συλλαλουντες τω ιησου 
5 και αποκριθεις ο πετρος λεγει τω ιησου ραββι καλον εστιν ημας ωδε ειναι και ποιησωμεν τρεις σκηνας σοι μιαν και μωυσει μιαν και ηλια μιαν 
6 ου γαρ ηδει τι αποκριθη εκφοβοι γαρ εγενοντο 
7 και εγενετο νεφελη επισκιαζουσα αυτοις και εγενετο φωνη εκ της νεφελης ουτος εστιν ο υιος μου ο αγαπητος ακουετε αυτου Isa 42:1, Matt 3:17, Matt 17:5, Mark 1:11, Luke 3:22, Luke 9:35, Col 1:13, 2 Pet 1:17, Deut 18:19
8 και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον αλλα τον ιησουν μονον μεθ εαυτων 
9 και καταβαινοντων αυτων εκ του ορους διεστειλατο αυτοις ινα μηδενι α ειδον διηγησωνται ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη Matt 17:9, Luke 9:36
10 και τον λογον εκρατησαν προς εαυτους συζητουντες τι εστιν το εκ νεκρων αναστηναι 
11 και επηρωτων αυτον λεγοντες οτι λεγουσιν οι γραμματεις οτι ηλιαν δει ελθειν πρωτον Mal 4:5, Matt 11:14, Luke 1:17
12 ο δε εφη αυτοις ηλιας μεν ελθων πρωτον αποκαθιστανει παντα και πως γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενηθη Psa 22:6, Isa 53:4, Dan 9:26
13 αλλα λεγω υμιν οτι και ηλιας εληλυθεν και εποιησαν αυτω οσα ηθελον καθως γεγραπται επ αυτον Mal 4:5
14 και ελθοντες προς τους μαθητας ειδον οχλον πολυν περι αυτους και γραμματεις συζητουντας προς αυτους 
15 και ευθυς πας ο οχλος ιδοντες αυτον εξεθαμβηθησαν και προστρεχοντες ησπαζοντο αυτον 
16 και επηρωτησεν αυτους τι συζητειτε προς αυτους 
17 και απεκριθη αυτω εις εκ του οχλου διδασκαλε ηνεγκα τον υιον μου προς σε εχοντα πνευμα αλαλον Matt 17:14, Luke 9:37
18 και οπου εαν αυτον καταλαβη ρησσει αυτον και αφριζει και τριζει τους οδοντας και ξηραινεται και ειπα τοις μαθηταις σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν 
19 ο δε αποκριθεις αυτοις λεγει ω γενεα απιστος εως ποτε προς υμας εσομαι εως ποτε ανεξομαι υμων φερετε αυτον προς με 
20 και ηνεγκαν αυτον προς αυτον και ιδων αυτον το πνευμα ευθυς συνεσπαραξεν αυτον και πεσων επι της γης εκυλιετο αφριζων Mark 1:26
21 και επηρωτησεν τον πατερα αυτου ποσος χρονος εστιν ως τουτο γεγονεν αυτω ο δε ειπεν εκ παιδιοθεν 
22 και πολλακις και εις πυρ αυτον εβαλεν και εις υδατα ινα απολεση αυτον αλλ ει τι δυνη βοηθησον ημιν σπλαγχνισθεις εφ ημας 
23 ο δε ιησους ειπεν αυτω το ει δυνη παντα δυνατα τω πιστευοντι Luke 17:6
24 ευθυς κραξας ο πατηρ του παιδιου ελεγεν πιστευω βοηθει μου τη απιστια 
25 ιδων δε ο ιησους οτι επισυντρεχει οχλος επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω το αλαλον και κωφον πνευμα εγω επιτασσω σοι εξελθε εξ αυτου και μηκετι εισελθης εις αυτον 
26 και κραξας και πολλα σπαραξας εξηλθεν και εγενετο ωσει νεκρος ωστε τους πολλους λεγειν οτι απεθανεν 
27 ο δε ιησους κρατησας της χειρος αυτου ηγειρεν αυτον και ανεστη 
28 και εισελθοντος αυτου εις οικον οι μαθηται αυτου κατ ιδιαν επηρωτων αυτον οτι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο Matt 17:19
29 και ειπεν αυτοις τουτο το γενος εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη 
30 κακειθεν εξελθοντες παρεπορευοντο δια της γαλιλαιας και ουκ ηθελεν ινα τις γνοι Matt 16:21, Matt 17:22, Matt 20:18, Mark 8:31, Matt 10:33, Luke 9:22, Luke 18:31, Luke 24:7
31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν αυτοις οτι ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεις μετα τρεις ημερας αναστησεται 
32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι 
33 και ηλθον εις καφαρναουμ και εν τη οικια γενομενος επηρωτα αυτους τι εν τη οδω διελογιζεσθε Matt 18:1, Luke 9:46, Luke 22:24
34 οι δε εσιωπων προς αλληλους γαρ διελεχθησαν εν τη οδω τις μειζων 
35 και καθισας εφωνησεν τους δωδεκα και λεγει αυτοις ει τις θελει πρωτος ειναι εσται παντων εσχατος και παντων διακονος Matt 20:27, Mark 10:43
36 και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων και εναγκαλισαμενος αυτο ειπεν αυτοις Mark 10:16
37 ος αν εν των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου εμε δεχεται και ος αν εμε δεχηται ουκ εμε δεχεται αλλα τον αποστειλαντα με Matt 18:5, Luke 9:48, John 13:20
38 εφη αυτω ο ιωαννης διδασκαλε ειδομεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυομεν αυτον οτι ουκ ηκολουθει ημιν Luke 9:49
39 ο δε ιησους ειπεν μη κωλυετε αυτον ουδεις γαρ εστιν ος ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με 1 Cor 12:3
40 ος γαρ ουκ εστιν καθ ημων υπερ ημων εστιν 
41 ος γαρ αν ποτιση υμας ποτηριον υδατος εν ονοματι οτι χριστου εστε αμην λεγω υμιν οτι ου μη απολεση τον μισθον αυτου Matt 10:42
42 και ος αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων [εις εμε] καλον εστιν αυτω μαλλον ει περικειται μυλος ονικος περι τον τραχηλον αυτου και βεβληται εις την θαλασσαν Matt 18:6, Luke 17:2
43 και εαν σκανδαλιζη σε η χειρ σου αποκοψον αυτην καλον εστιν σε κυλλον εισελθειν εις την ζωην η τας δυο χειρας εχοντα απελθειν εις την γεενναν εις το πυρ το ασβεστον Deut 13:6, Matt 5:30, Matt 18:8
44  Isa 66:24
45 και εαν ο πους σου σκανδαλιζη σε αποκοψον αυτον καλον εστιν σε εισελθειν εις την ζωην χωλον η τους δυο ποδας εχοντα βληθηναι εις την γεενναν 
46  
47 και εαν ο οφθαλμος σου σκανδαλιζη σε εκβαλε αυτον καλον σε εστιν μονοφθαλμον εισελθειν εις την βασιλειαν του θεου η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν 
48 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται 
49 πας γαρ πυρι αλισθησεται Lev 2:13
50 καλον το αλας εαν δε το αλας αναλον γενηται εν τινι αυτο αρτυσετε εχετε εν εαυτοις αλα και ειρηνευετε εν αλληλοις Matt 5:13, Luke 14:34, Rom 12:18, Heb 12:14


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle