Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εγενετο εν τω ειναι αυτον εν τοπω τινι προσευχομενον ως επαυσατο ειπεν τις των μαθητων αυτου προς αυτον κυριε διδαξον ημας προσευχεσθαι καθως και ιωαννης εδιδαξεν τους μαθητας αυτου 
2 ειπεν δε αυτοις οταν προσευχησθε λεγετε πατερ αγιασθητω το ονομα σου ελθετω η βασιλεια σου Matt 6:9
3 τον αρτον ημων τον επιουσιον διδου ημιν το καθ ημεραν 
4 και αφες ημιν τας αμαρτιας ημων και γαρ αυτοι αφιομεν παντι οφειλοντι ημιν και μη εισενεγκης ημας εις πειρασμον 
5 και ειπεν προς αυτους τις εξ υμων εξει φιλον και πορευσεται προς αυτον μεσονυκτιου και ειπη αυτω φιλε χρησον μοι τρεις αρτους 
6 επειδη φιλος μου παρεγενετο εξ οδου προς με και ουκ εχω ο παραθησω αυτω 
7 κακεινος εσωθεν αποκριθεις ειπη μη μοι κοπους παρεχε ηδη η θυρα κεκλεισται και τα παιδια μου μετ εμου εις την κοιτην εισιν ου δυναμαι αναστας δουναι σοι 
8 λεγω υμιν ει και ου δωσει αυτω αναστας δια το ειναι φιλον αυτου δια γε την αναιδειαν αυτου εγερθεις δωσει αυτω οσων χρηζει 
9 καγω υμιν λεγω αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν Matt 7:7, Matt 21:22, Mark 11:24, John 14:13, John 15:7, John 16:24, Ja 1:5, 1 John 3:22, 1 John 5:14
10 πας γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγ[ης]εται 
11 τινα δε εξ υμων τον πατερα αιτησει ο υιος ιχθυν και αντι ιχθυος οφιν αυτω επιδωσει Matt 7:9
12 η και αιτησει ωον επιδωσει αυτω σκορπιον 
13 ει ουν υμεις πονηροι υπαρχοντες οιδατε δοματα αγαθα διδοναι τοις τεκνοις υμων ποσω μαλλον ο πατηρ [ο] εξ ουρανου δωσει πνευμα αγιον τοις αιτουσιν αυτον 
14 και ην εκβαλλων δαιμονιον [και αυτο ην] κωφον εγενετο δε του δαιμονιου εξελθοντος ελαλησεν ο κωφος και εθαυμασαν οι οχλοι Matt 9:32, Matt 12:22
15 τινες δε εξ αυτων ειπον εν βεελζεβουλ τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια Matt 9:34, Matt 12:24, Mark 3:22
16 ετεροι δε πειραζοντες σημειον εξ ουρανου εζητουν παρ αυτου Matt 16:1
17 αυτος δε ειδως αυτων τα διανοηματα ειπεν αυτοις πασα βασιλεια εφ εαυτην διαμερισθεισα ερημουται και οικος επι οικον πιπτει Matt 12:25, Mark 3:24
18 ει δε και ο σατανας εφ εαυτον διεμερισθη πως σταθησεται η βασιλεια αυτου οτι λεγετε εν βεελζεβουλ εκβαλλειν με τα δαιμονια 
19 ει δε εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια οι υιοι υμων εν τινι εκβαλλουσιν δια τουτο αυτοι υμων κριται εσονται 
20 ει δε εν δακτυλω θεου [εγω] εκβαλλω τα δαιμονια αρα εφθασεν εφ υμας η βασιλεια του θεου 
21 οταν ο ισχυρος καθωπλισμενος φυλασση την εαυτου αυλην εν ειρηνη εστιν τα υπαρχοντα αυτου 
22 επαν δε ισχυροτερος αυτου επελθων νικηση αυτον την πανοπλιαν αυτου αιρει εφ η επεποιθει και τα σκυλα αυτου διαδιδωσιν Col 2:15
23 ο μη ων μετ εμου κατ εμου εστιν και ο μη συναγων μετ εμου σκορπιζει Matt 12:30
24 οταν το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν και μη ευρισκον [τοτε] λεγει υποστρεψω εις τον οικον μου οθεν εξηλθον Matt 12:43
25 και ελθον ευρισκει σεσαρωμενον και κεκοσμημενον 
26 τοτε πορευεται και παραλαμβανει ετερα πνευματα πονηροτερα εαυτου επτα και εισελθοντα κατοικει εκει και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων John 5:14, Heb 6:4, Heb 10:26, 2 Pet 2:20
27 εγενετο δε εν τω λεγειν αυτον ταυτα επαρασα τις φωνην γυνη εκ του οχλου ειπεν αυτω μακαρια η κοιλια η βαστασασα σε και μαστοι ους εθηλασας 
28 αυτος δε ειπεν μενουν μακαριοι οι ακουοντες τον λογον του θεου και φυλασσοντες Matt 7:21, John 6:29, Rom 2:13
29 των δε οχλων επαθροιζομενων ηρξατο λεγειν η γενεα αυτη γενεα πονηρα εστιν σημειον ζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα Jonah 1:17, Jonah 2:10
30 καθως γαρ εγενετο ιωνας τοις νινευιταις σημειον ουτως εσται και ο υιος του ανθρωπου τη γενεα ταυτη 
31 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα των ανδρων της γενεας ταυτης και κατακρινει αυτους οτι ηλθεν εκ των περατων της γης ακουσαι την σοφιαν σολομωνος και ιδου πλειον σολομωνος ωδε 1 Kin 10:1, 2 Chr 9:1, Matt 12:42
32 ανδρες νινευιται αναστησονται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινουσιν αυτην οτι μετενοησαν εις το κηρυγμα ιωνα και ιδου πλειον ιωνα ωδε Jonah 3:5
33 ουδεις λυχνον αψας εις κρυπτην τιθησιν [ουδε υπο τον μοδιον] αλλ επι την λυχνιαν ινα οι εισπορευομενοι το φως βλεπωσιν Matt 5:15, Mark 4:24, Luke 8:16
34 ο λυχνος του σωματος εστιν ο οφθαλμος σου οταν ο οφθαλμος σου απλους η και ολον το σωμα σου φωτεινον εστιν επαν δε πονηρος η και το σωμα σου σκοτεινον Matt 6:22
35 σκοπει ουν μη το φως το εν σοι σκοτος εστιν 
36 ει ουν το σωμα σου ολον φωτεινον μη εχον μερος τι σκοτεινον εσται φωτεινον ολον ως οταν ο λυχνος τη αστραπη φωτιζη σε 
37 εν δε τω λαλησαι ερωτα αυτον φαρισαιος οπως αριστηση παρ αυτω εισελθων δε ανεπεσεν 
38 ο δε φαρισαιος ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου Mark 7:3
39 ειπεν δε ο κυριος προς αυτον νυν υμεις οι φαρισαιοι το εξωθεν του ποτηριου και του πινακος καθαριζετε το δε εσωθεν υμων γεμει αρπαγης και πονηριας Matt 23:25, Tit 1:15
40 αφρονες ουχ ο ποιησας το εξωθεν και το εσωθεν εποιησεν 
41 πλην τα ενοντα δοτε ελεημοσυνην και ιδου παντα καθαρα υμιν εστιν Isa 58:7, Dan 4:27, Luke 12:33
42 αλλα ουαι υμιν τοις φαρισαιοις οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον και παρερχεσθε την κρισιν και την αγαπην του θεου ταυτα δε εδει ποιησαι κακεινα μη παρειναι Matt 23:23, 1 Sam 15:22, Hos 6:6, Mic 6:8, Matt 9:13, Matt 12:7
43 ουαι υμιν τοις φαρισαιοις οτι αγαπατε την πρωτοκαθεδριαν εν ταις συναγωγαις και τους ασπασμους εν ταις αγοραις Matt 23:6, Mark 12:38, Luke 20:46
44 ουαι υμιν οτι εστε ως τα μνημεια τα αδηλα και οι ανθρωποι [οι] περιπατουντες επανω ουκ οιδασιν Matt 23:27
45 αποκριθεις δε τις των νομικων λεγει αυτω διδασκαλε ταυτα λεγων και ημας υβριζεις 
46 ο δε ειπεν και υμιν τοις νομικοις ουαι οτι φορτιζετε τους ανθρωπους φορτια δυσβαστακτα και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοις φορτιοις Isa 10:1, Matt 23:4, Acts 15:10
47 ουαι υμιν οτι οικοδομειτε τα μνημεια των προφητων οι δε πατερες υμων απεκτειναν αυτους Matt 23:29
48 αρα μαρτυρες εστε και συνευδοκειτε τοις εργοις των πατερων υμων οτι αυτοι μεν απεκτειναν αυτους υμεις δε οικοδομειτε 
49 δια τουτο και η σοφια του θεου ειπεν αποστελω εις αυτους προφητας και αποστολους και εξ αυτων αποκτενουσιν και διωξουσιν Matt 10:16, Luke 10:3, John 16:2, Acts 7:51, Heb 11:35
50 ινα εκζητηθη το αιμα παντων των προφητων το εκκεχυμενον απο καταβολης κοσμου απο της γενεας ταυτης 
51 απο αιματος αβελ εως αιματος ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου ναι λεγω υμιν εκζητηθησεται απο της γενεας ταυτης Gen 4:8, Heb 11:4, 2 Chr 24:21
52 ουαι υμιν τοις νομικοις οτι ηρατε την κλειδα της γνωσεως αυτοι ουκ εισηλθατε και τους εισερχομενους εκωλυσατε Matt 23:13
53 κακειθεν εξελθοντος αυτου ηρξαντο οι γραμματεις και οι φαρισαιοι δεινως ενεχειν και αποστοματιζειν αυτον περι πλειονων 
54 ενεδρευοντες αυτον θηρευσαι τι εκ του στοματος αυτου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle