Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ελεγεν δε και προς τους μαθητας ανθρωπος τις ην πλουσιος ος ειχεν οικονομον και ουτος διεβληθη αυτω ως διασκορπιζων τα υπαρχοντα αυτου 
2 και φωνησας αυτον ειπεν αυτω τι τουτο ακουω περι σου αποδος τον λογον της οικονομιας σου ου γαρ δυνη ετι οικονομειν 
3 ειπεν δε εν εαυτω ο οικονομος τι ποιησω οτι ο κυριος μου αφαιρειται την οικονομιαν απ εμου σκαπτειν ουκ ισχυω επαιτειν αισχυνομαι 
4 εγνων τι ποιησω ινα οταν μετασταθω εκ της οικονομιας δεξωνται με εις τους οικους αυτων 
5 και προσκαλεσαμενος ενα εκαστον των χρεοφειλετων του κυριου εαυτου ελεγεν τω πρωτω ποσον οφειλεις τω κυριω μου 
6 ο δε ειπεν εκατον βατους ελαιου ο δε ειπεν αυτω δεξαι σου τα γραμματα και καθισας ταχεως γραψον πεντηκοντα 
7 επειτα ετερω ειπεν συ δε ποσον οφειλεις ο δε ειπεν εκατον κορους σιτου λεγει αυτω δεξαι σου τα γραμματα και γραψον ογδοηκοντα 
8 και επηνεσεν ο κυριος τον οικονομον της αδικιας οτι φρονιμως εποιησεν οτι οι υιοι του αιωνος τουτου φρονιμωτεροι υπερ τους υιους του φωτος εις την γενεαν την εαυτων εισιν Eph 5:8, 1 Thess 5:5
9 και εγω υμιν λεγω εαυτοις ποιησατε φιλους εκ του μαμωνα της αδικιας ινα οταν εκλιπη δεξωνται υμας εις τας αιωνιους σκηνας Matt 6:19, Matt 19:21, 1 Tim 6:19
10 ο πιστος εν ελαχιστω και εν πολλω πιστος εστιν και ο εν ελαχιστω αδικος και εν πολλω αδικος εστιν 
11 ει ουν εν τω αδικω μαμωνα πιστοι ουκ εγενεσθε το αληθινον τις υμιν πιστευσει 
12 και ει εν τω αλλοτριω πιστοι ουκ εγενεσθε το υμετερον τις υμιν δωσει 
13 ουδεις οικετης δυναται δυσι κυριοις δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενος ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα Matt 6:24
14 ηκουον δε ταυτα παντα οι φαρισαιοι φιλαργυροι υπαρχοντες και εξεμυκτηριζον αυτον Matt 23:14
15 και ειπεν αυτοις υμεις εστε οι δικαιουντες εαυτους ενωπιον των ανθρωπων ο δε θεος γινωσκει τας καρδιας υμων οτι το εν ανθρωποις υψηλον βδελυγμα ενωπιον του θεου Psa 7:9, 1 Sam 16:7
16 ο νομος και οι προφηται μεχρι ιωαννου απο τοτε η βασιλεια του θεου ευαγγελιζεται και πας εις αυτην βιαζεται Matt 11:12
17 ευκοπωτερον δε εστιν τον ουρανον και την γην παρελθειν η του νομου μιαν κεραιαν πεσειν Psa 102:26, Isa 40:8, Isa 51:6, Matt 5:18
18 πας ο απολυων την γυναικα αυτου και γαμων ετεραν μοιχευει και ο απολελυμενην απο ανδρος γαμων μοιχευει Matt 5:32, Matt 19:9, Mark 10:11, 1 Cor 7:10
19 ανθρωπος δε τις ην πλουσιος και ενεδιδυσκετο πορφυραν και βυσσον ευφραινομενος καθ ημεραν λαμπρως 
20 πτωχος δε τις ονοματι λαζαρος εβεβλητο προς τον πυλωνα αυτου ειλκωμενος 
21 και επιθυμων χορτασθηναι απο των πιπτοντων απο της τραπεζης του πλουσιου αλλα και οι κυνες ερχομενοι επελειχον τα ελκη αυτου 
22 εγενετο δε αποθανειν τον πτωχον και απενεχθηναι αυτον υπο των αγγελων εις τον κολπον αβρααμ απεθανεν δε και ο πλουσιος και εταφη 
23 και εν τω αδη επαρας τους οφθαλμους αυτου υπαρχων εν βασανοις ορα αβρααμ απο μακροθεν και λαζαρον εν τοις κολποις αυτου 
24 και αυτος φωνησας ειπεν πατερ αβρααμ ελεησον με και πεμψον λαζαρον ινα βαψη το ακρον του δακτυλου αυτου υδατος και καταψυξη την γλωσσαν μου οτι οδυνωμαι εν τη φλογι ταυτη Isa 66:24, Mark 9:44
25 ειπεν δε αβρααμ τεκνον μνησθητι οτι απελαβες τα αγαθα σου εν τη ζωη σου και λαζαρος ομοιως τα κακα νυν δε ωδε παρακαλειται συ δε οδυνασαι Job 21:13
26 και εν πασι τουτοις μεταξυ ημων και υμων χασμα μεγα εστηρικται οπως οι θελοντες διαβηναι ενθεν προς υμας μη δυνωνται μηδε εκειθεν προς ημας διαπερωσιν 
27 ειπεν δε ερωτω σε ουν πατερ ινα πεμψης αυτον εις τον οικον του πατρος μου 
28 εχω γαρ πεντε αδελφους οπως διαμαρτυρηται αυτοις ινα μη και αυτοι ελθωσιν εις τον τοπον τουτον της βασανου 
29 λεγει δε αβρααμ εχουσι μωυσεα και τους προφητας ακουσατωσαν αυτων Isa 8:20, Isa 34:16, John 5:39, Acts 17:11
30 ο δε ειπεν ουχι πατερ αβρααμ αλλ εαν τις απο νεκρων πορευθη προς αυτους μετανοησουσιν 
31 ειπεν δε αυτω ει μωυσεως και των προφητων ουκ ακουουσιν ουδ εαν τις εκ νεκρων αναστη πεισθησονται 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle