Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ειπεν δε προς τους μαθητας αυτου ανενδεκτον εστιν του τα σκανδαλα μη ελθειν πλην ουαι δι ου ερχεται Matt 18:7, Mark 9:42
2 λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση των μικρων τουτων ενα 
3 προσεχετε εαυτοις εαν αμαρτη ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω Lev 19:17, Prov 17:10, Matt 18:15, Ja 5:19
4 και εαν επτακις της ημερας αμαρτηση εις σε και επτακις επιστρεψη προς σε λεγων μετανοω αφησεις αυτω Matt 18:21
5 και ειπαν οι αποστολοι τω κυριω προσθες ημιν πιστιν 
6 ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω [ταυτη] εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν Matt 17:20, Matt 21:21, Mark 11:23
7 τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει αυτω ευθεως παρελθων αναπεσε 
8 αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ 
9 μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα 
10 ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν ο ωφειλομεν ποιησαι πεποιηκαμεν 
11 και εγενετο εν τω πορευεσθαι εις ιερουσαλημ και αυτος διηρχετο δια μεσον σαμαρειας και γαλιλαιας 
12 και εισερχομενου αυτου εις τινα κωμην απηντησαν [αυτω] δεκα λεπροι ανδρες οι εστησαν πορρωθεν 
13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας 
14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν Lev 13:2, Lev 14:2, Matt 8:4, Luke 5:14
15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον 
16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαριτης 
17 αποκριθεις δε ο ιησους ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι δε εννεα που 
18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος 
19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε 
20 επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως 
21 ουδε ερουσιν ιδου ωδε η εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν Matt 24:23, Mark 13:21, Luke 21:7
22 ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε 
23 και ερουσιν υμιν ιδου εκει [η] ιδου ωδε μη απελθητε μηδε διωξητε Matt 24:23, Mark 13:21
24 ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπο τον ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται ο υιος του ανθρωπου [εν τη ημερα αυτου] 
25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης Matt 16:21, Matt 17:22, Matt 20:18, Mark 8:31, Mark 9:31, Mark 10:33, Luke 9:22, Luke 18:31, Luke 24:6
26 και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου Gen 6:2, Gen 7:7, Matt 24:37, 1 Pet 3:20
27 ησθιον επινον εγαμουν εγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν παντας 
28 ομοιως καθως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν 
29 η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν παντας Gen 19:24, Deut 29:23, Isa 13:19, Jer 50:40, Hos 11:8, Amos 4:11, Jude 1:7
30 κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται 
31 εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν αγρω ομοιως μη επιστρεψατω εις τα οπισω 
32 μνημονευετε της γυναικος λωτ Gen 19:26
33 ος εαν ζητηση την ψυχην αυτου περιποιησασθαι απολεσει αυτην ος δ αν απολεση ζωογονησει αυτην Matt 10:39, Matt 16:25, Mark 8:35, Luke 9:24, John 12:25
34 λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινης μιας ο εις παραλημφθησεται και ο ετερος αφεθησεται Matt 24:40, 1 Thess 4:17
35 εσονται δυο αληθουσαι επι το αυτο η μια παραλημφθησεται η δε ετερα αφεθησεται 
36  
37 και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει και οι αετοι επισυναχθησονται Job 39:30, Matt 24:28


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle