Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εγκακειν Rom 12:12, Eph 6:18, Col 4:2, 1 Thess 5:17
2 λεγων κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος 
3 χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου 
4 και ουκ ηθελεν επι χρονον μετα δε ταυτα ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι 
5 δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με 
6 ειπεν δε ο κυριος ακουσατε τι ο κριτης της αδικιας λεγει 
7 ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος και μακροθυμει επ αυτοις Rev 6:10
8 λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης 
9 ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην 
10 ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι ο εις φαρισαιος και ο ετερος τελωνης 
11 ο φαρισαιος σταθεις προς εαυτον ταυτα προσηυχετο ο θεος ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης Isa 1:15, Isa 58:2, Rev 3:17
12 νηστευω δις του σαββατου αποδεκατω παντα οσα κτωμαι 
13 ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον αλλ ετυπτεν το στηθος αυτου λεγων ο θεος ιλασθητι μοι τω αμαρτωλω 
14 λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου παρ εκεινον οτι πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται Job 22:29, Prov 29:23, Matt 23:12, Luke 14:11, Ja 4:6, Ja 4:10, 1 Pet 5:5
15 προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμων αυτοις Matt 19:13, Mark 10:13
16 ο δε ιησους προσεκαλεσατο αυτα λεγων αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου Matt 18:3, Matt 19:14, 1 Cor 14:20, 1 Pet 2:2
17 αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην 
18 και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω Matt 19:16, Mark 10:17
19 ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος 
20 τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα Ex 20:13, Deut 5:17, Rom 13:9, Eph 6:2, Col 3:20
21 ο δε ειπεν ταυτα παντα εφυλαξα εκ νεοτητος 
22 ακουσας δε ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν [τοις] ουρανοις και δευρο ακολουθει μοι Matt 6:19, Matt 19:21, 1 Tim 6:19
23 ο δε ακουσας ταυτα περιλυπος εγενηθη ην γαρ πλουσιος σφοδρα 
24 ιδων δε αυτον ο ιησους [περιλυπον γενομενον] ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισπορευονται Prov 11:28, Matt 19:23, Mark 10:23
25 ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν 
26 ειπαν δε οι ακουσαντες και τις δυναται σωθηναι 
27 ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν Job 42:2, Jer 32:17, Zech 8:6, Luke 1:37
28 ειπεν δε ο πετρος ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι Matt 4:20, Matt 19:27, Mark 10:28, Luke 5:11
29 ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα ενεκεν της βασιλειας του θεου Deut 33:9
30 ος ουχι μη [απο]λαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον Job 42:12
31 παραλαβων δε τους δωδεκα ειπεν προς αυτους ιδου αναβαινομεν εις ιερουσαλημ και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου Matt 16:21, Matt 17:22, Matt 20:17, Mark 8:31, Mark 9:31, Mark 10:32, Luke 9:22, Luke 24:7, Psa 22:6, Isa 53:7
32 παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται Matt 27:2, Luke 23:1, John 18:28, Acts 3:13
33 και μαστιγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται 
34 και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα 
35 εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον επαιτων Matt 20:29, Mark 10:46
36 ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο 
37 απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται 
38 και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με 
39 και οι προαγοντες επετιμων αυτω ινα σιγηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με 
40 σταθεις δε ο ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον 
41 τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω 
42 και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε 
43 και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle