Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εγενετο δε εν ταις ημεραις εκειναις εξηλθεν δογμα παρα καισαρος αυγουστου απογραφεσθαι πασαν την οικουμενην 
2 αυτη απογραφη πρωτη εγενετο ηγεμονευοντος της συριας κυρηνιου 
3 και επορευοντο παντες απογραφεσθαι εκαστος εις την εαυτου πολιν 
4 ανεβη δε και ιωσηφ απο της γαλιλαιας εκ πολεως ναζαρεθ εις την ιουδαιαν εις πολιν δαυιδ ητις καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριας δαυιδ Mic 5:2, John 7:42, 1 Sam 16:4, Matt 1:1
5 απογραψασθαι συν μαριαμ τη εμνηστευμενη αυτω ουση εγκυω 
6 εγενετο δε εν τω ειναι αυτους εκει επλησθησαν αι ημεραι του τεκειν αυτην 
7 και ετεκεν τον υιον αυτης τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν φατνη διοτι ουκ ην αυτοις τοπος εν τω καταλυματι Matt 1:25
8 και ποιμενες ησαν εν τη χωρα τη αυτη αγραυλουντες και φυλασσοντες φυλακας της νυκτος επι την ποιμνην αυτων 
9 και αγγελος κυριου επεστη αυτοις και δοξα κυριου περιελαμψεν αυτους και εφοβηθησαν φοβον μεγαν 
10 και ειπεν αυτοις ο αγγελος μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητις εσται παντι τω λαω 
11 οτι ετεχθη υμιν σημερον σωτηρ ος εστιν χριστος κυριος εν πολει δαυιδ 
12 και τουτο υμιν το σημειον ευρησετε βρεφος εσπαργανωμενον και κειμενον εν φατνη 
13 και εξαιφνης εγενετο συν τω αγγελω πληθος στρατιας ουρανιου αινουντων τον θεον και λεγοντων Dan 7:10, Rev 5:11
14 δοξα εν υψιστοις θεω και επι γης ειρηνη εν ανθρωποις ευδοκιας Isa 57:19, Eph 2:17
15 και εγενετο ως απηλθον απ αυτων εις τον ουρανον οι αγγελοι οι ποιμενες ελαλουν προς αλληλους διελθωμεν δη εως βηθλεεμ και ιδωμεν το ρημα τουτο το γεγονος ο ο κυριος εγνωρισεν ημιν 
16 και ηλθαν σπευσαντες και ανευραν την τε μαριαμ και τον ιωσηφ και το βρεφος κειμενον εν τη φατνη 
17 ιδοντες δε εγνωρισαν περι του ρηματος του λαληθεντος αυτοις περι του παιδιου τουτου 
18 και παντες οι ακουσαντες εθαυμασαν περι των λαληθεντων υπο των ποιμενων προς αυτους 
19 η δε μαριαμ παντα συνετηρει τα ρηματα ταυτα συμβαλλουσα εν τη καρδια αυτης 
20 και υπεστρεψαν οι ποιμενες δοξαζοντες και αινουντες τον θεον επι πασιν οις ηκουσαν και ειδον καθως ελαληθη προς αυτους 
21 και οτε επλησθησαν ημεραι οκτω του περιτεμειν αυτον και εκληθη το ονομα αυτου ιησους το κληθεν υπο του αγγελου προ του συλλημφθηναι αυτον εν τη κοιλια Gen 17:12, Lev 12:3, John 7:22, Matt 1:21, Luke 1:31
22 και οτε επλησθησαν αι ημεραι του καθαρισμου αυτων κατα τον νομον μωυσεως ανηγαγον αυτον εις ιεροσολυμα παραστησαι τω κυριω Lev 12:6
23 καθως γεγραπται εν νομω κυριου οτι παν αρσεν διανοιγον μητραν αγιον τω κυριω κληθησεται Ex 13:2, Num 3:13, Num 8:16
24 και του δουναι θυσιαν κατα το ειρημενον εν τω νομω κυριου ζευγος τρυγονων η δυο νοσσους περιστερων Lev 12:8
25 και ιδου ανθρωπος ην εν ιερουσαλημ ω ονομα συμεων και ο ανθρωπος ουτος δικαιος και ευλαβης προσδεχομενος παρακλησιν του ισραηλ και πνευμα ην αγιον επ αυτον 
26 και ην αυτω κεχρηματισμενον υπο του πνευματος του αγιου μη ιδειν θανατον πριν [η] αν ιδη τον χριστον κυριου 
27 και ηλθεν εν τω πνευματι εις το ιερον και εν τω εισαγαγειν τους γονεις το παιδιον ιησουν του ποιησαι αυτους κατα το ειθισμενον του νομου περι αυτου 
28 και αυτος εδεξατο αυτο εις τας αγκαλας και ευλογησεν τον θεον και ειπεν 
29 νυν απολυεις τον δουλον σου δεσποτα κατα το ρημα σου εν ειρηνη Gen 46:30
30 οτι ειδον οι οφθαλμοι μου το σωτηριον σου Psa 98:2, Isa 52:10
31 ο ητοιμασας κατα προσωπον παντων των λαων Acts 28:28
32 φως εις αποκαλυψιν εθνων και δοξαν λαου σου ισραηλ Isa 42:6, Isa 49:6, Acts 13:47
33 και ην ο πατηρ αυτου και η μητηρ θαυμαζοντες επι τοις λαλουμενοις περι αυτου 
34 και ευλογησεν αυτους συμεων και ειπεν προς μαριαμ την μητερα αυτου ιδου ουτος κειται εις πτωσιν και αναστασιν πολλων εν τω ισραηλ και εις σημειον αντιλεγομενον Isa 8:14, Rom 9:32, 1 Pet 2:9, Acts 28:22
35 και σου [δε] αυτης την ψυχην διελευσεται ρομφαια οπως αν αποκαλυφθωσιν εκ πολλων καρδιων διαλογισμοι 
36 και ην αννα προφητις θυγατηρ φανουηλ εκ φυλης ασηρ αυτη προβεβηκυια εν ημεραις πολλαις ζησασα μετα ανδρος ετη επτα απο της παρθενιας αυτης 
37 και αυτη χηρα εως ετων ογδοηκοντα τεσσαρων η ουκ αφιστατο του ιερου νηστειαις και δεησεσιν λατρευουσα νυκτα και ημεραν 1 Sam 1:22
38 και αυτη τη ωρα επιστασα ανθωμολογειτο τω θεω και ελαλει περι αυτου πασιν τοις προσδεχομενοις λυτρωσιν ιερουσαλημ 
39 και ως ετελεσαν παντα τα κατα τον νομον κυριου επεστρεψαν εις την γαλιλαιαν εις πολιν εαυτων ναζαρεθ 
40 το δε παιδιον ηυξανεν και εκραταιουτο πληρουμενον σοφια και χαρις θεου ην επ αυτο Luke 1:80
41 και επορευοντο οι γονεις αυτου κατ ετος εις ιερουσαλημ τη εορτη του πασχα Ex 23:15, Ex 23:17, Lev 23:5, Deut 16:1
42 και οτε εγενετο ετων δωδεκα αναβαινοντων αυτων κατα το εθος της εορτης 
43 και τελειωσαντων τας ημερας εν τω υποστρεφειν αυτους υπεμεινεν ιησους ο παις εν ιερουσαλημ και ουκ εγνωσαν οι γονεις αυτου 
44 νομισαντες δε αυτον ειναι εν τη συνοδια ηλθον ημερας οδον και ανεζητουν αυτον εν τοις συγγενευσιν και τοις γνωστοις 
45 και μη ευροντες υπεστρεψαν εις ιερουσαλημ αναζητουντες αυτον 
46 και εγενετο μετα ημερας τρεις ευρον αυτον εν τω ιερω καθεζομενον εν μεσω των διδασκαλων και ακουοντα αυτων και επερωτωντα αυτους 
47 εξισταντο δε παντες οι ακουοντες αυτου επι τη συνεσει και ταις αποκρισεσιν αυτου Matt 7:28, Mark 1:22, Luke 4:22, Luke 4:32, John 7:15
48 και ιδοντες αυτον εξεπλαγησαν και ειπεν προς αυτον η μητηρ αυτου τεκνον τι εποιησας ημιν ουτως ιδου ο πατηρ σου καγω οδυνωμενοι εζητουμεν σε 
49 και ειπεν προς αυτους τι οτι εζητειτε με ουκ ηδειτε οτι εν τοις του πατρος μου δει ειναι με 
50 και αυτοι ου συνηκαν το ρημα ο ελαλησεν αυτοις Luke 9:45, Luke 18:34
51 και κατεβη μετ αυτων και ηλθεν εις ναζαρεθ και ην υποτασσομενος αυτοις και η μητηρ αυτου διετηρει παντα τα ρηματα εν τη καρδια αυτης 
52 και ιησους προεκοπτεν [εν τη] σοφια και ηλικια και χαριτι παρα θεω και ανθρωποις 1 Sam 2:26, Luke 1:80


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle