Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αναβλεψας δε ειδεν τους βαλλοντας εις το γαζοφυλακιον τα δωρα αυτων πλουσιους 2 Kin 12:9, Mark 12:41
2 ειδεν δε τινα χηραν πενιχραν βαλλουσαν εκει λεπτα δυο 
3 και ειπεν αληθως λεγω υμιν οτι η χηρα αυτη η πτωχη πλειον παντων εβαλεν 2 Cor 8:12
4 παντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα αυτη δε εκ του υστερηματος αυτης παντα τον βιον ον ειχεν εβαλεν 
5 και τινων λεγοντων περι του ιερου οτι λιθοις καλοις και αναθημασιν κεκοσμηται ειπεν Matt 24:1, Mark 13:1
6 ταυτα α θεωρειτε ελευσονται ημεραι εν αις ουκ αφεθησεται λιθος επι λιθω ος ου καταλυθησεται 1 Kin 9:7, Mic 3:12, Luke 19:44
7 επηρωτησαν δε αυτον λεγοντες διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι 
8 ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντες εγω ειμι και ο καιρος ηγγικεν μη πορευθητε οπισω αυτων Jer 29:8, Matt 24:4, Eph 5:6, Col 2:18, 2 Thess 2:2, 1 John 4:1, Jer 14:14, Jer 23:21
9 οταν δε ακουσητε πολεμους και ακαταστασιας μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεως το τελος 
10 τοτε ελεγεν αυτοις εγερθησεται εθνος επ εθνος και βασιλεια επι βασιλειαν Isa 19:2
11 σεισμοι τε μεγαλοι και κατα τοπους λιμοι και λοιμοι εσονται φοβητρα τε και απ ουρανου σημεια μεγαλα εσται 
12 προ δε τουτων παντων επιβαλουσιν εφ υμας τας χειρας αυτων και διωξουσιν παραδιδοντες εις τας συναγωγας και φυλακας απαγομενους επι βασιλεις και ηγεμονας ενεκεν του ονοματος μου Matt 10:17, Matt 24:9, Mark 13:9, John 16:2, Rev 2:10, Acts 4:3, Acts 5:18, Acts 12:4, Acts 16:24, Acts 25:23
13 αποβησεται υμιν εις μαρτυριον 
14 θετε ουν εν ταις καρδιαις υμων μη προμελεταν απολογηθηναι Matt 10:19, Mark 13:11
15 εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντιστηναι η αντειπειν απαντες οι αντικειμενοι υμιν Ex 4:12, Isa 54:17, Matt 10:19, Acts 6:10
16 παραδοθησεσθε δε και υπο γονεων και αδελφων και συγγενων και φιλων και θανατωσουσιν εξ υμων Mic 7:6, Acts 7:59, Acts 12:2
17 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου Matt 10:22, Mark 13:13
18 και θριξ εκ της κεφαλης υμων ου μη αποληται 1 Sam 14:45, 2 Sam 14:11, 1 Kin 1:52, Matt 10:30
19 εν τη υπομονη υμων κτησασθε τας ψυχας υμων 
20 οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσις αυτης Dan 9:27, Matt 24:15, Mark 13:14
21 τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη και οι εν μεσω αυτης εκχωρειτωσαν και οι εν ταις χωραις μη εισερχεσθωσαν εις αυτην 
22 οτι ημεραι εκδικησεως αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα Dan 9:26, Matt 24:15, Mark 13:14
23 ουαι ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις εσται γαρ αναγκη μεγαλη επι της γης και οργη τω λαω τουτω 
24 και πεσουνται στοματι μαχαιρης και αιχμαλωτισθησονται εις τα εθνη παντα και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρι ου πληρωθωσιν καιροι εθνων Rom 11:25
25 και εσονται σημεια εν ηλιω και σεληνη και αστροις και επι της γης συνοχη εθνων εν απορια ηχους θαλασσης και σαλου Isa 13:10, Ezek 32:7, Joel 2:31, Joel 3:15, Matt 24:29, Mark 13:24, Rev 6:12
26 αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιας των επερχομενων τη οικουμενη αι γαρ δυναμεις των ουρανων σαλευθησονται 
27 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεως και δοξης πολλης Dan 7:10, Matt 16:27, Matt 24:30, Matt 25:31, Matt 26:64, Mark 13:26, Mark 14:62, Acts 1:11, 2 Thess 1:10, Rev 1:7
28 αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τας κεφαλας υμων διοτι εγγιζει η απολυτρωσις υμων Rom 8:23
29 και ειπεν παραβολην αυτοις ιδετε την συκην και παντα τα δενδρα Matt 24:32, Mark 13:28
30 οταν προβαλωσιν ηδη βλεποντες αφ εαυτων γινωσκετε οτι ηδη εγγυς το θερος εστιν 
31 ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν η βασιλεια του θεου 
32 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εως αν παντα γενηται 
33 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελευσονται Psa 102:26, Isa 51:6, Matt 24:35, Heb 1:11
34 προσεχετε δε εαυτοις μηποτε βαρηθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναις βιωτικαις και επιστη εφ υμας αιφνιδιος η ημερα εκεινη Rom 13:13, 1 Thess 5:6, 1 Pet 4:7
35 ως παγις επεισελευσεται γαρ επι παντας τους καθημενους επι προσωπον πασης της γης 1 Thess 5:2, 2 Pet 3:10, Rev 3:3, Rev 16:15
36 αγρυπνειτε δε εν παντι καιρω δεομενοι ινα κατισχυσητε εκφυγειν ταυτα παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου Matt 24:42, Matt 25:13, Mark 13:33, Luke 12:40, 1 Thess 5:6
37 ην δε τας ημερας εν τω ιερω διδασκων τας δε νυκτας εξερχομενος ηυλιζετο εις το ορος το καλουμενον ελαιων John 8:2
38 και πας ο λαος ωρθριζεν προς αυτον εν τω ιερω ακουειν αυτου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle