Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τη δε μια των σαββατων ορθρου βαθεως επι το μνημα ηλθον φερουσαι α ητοιμασαν αρωματα Matt 28:1, Mark 16:1, John 20:1
2 ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου 
3 εισελθουσαι δε ουχ ευρον το σωμα του κυριου ιησου 
4 και εγενετο εν τω απορεισθαι αυτας περι τουτου και ιδου ανδρες δυο επεστησαν αυταις εν εσθητι αστραπτουση 
5 εμφοβων δε γενομενων αυτων και κλινουσων τα προσωπα εις την γην ειπαν προς αυτας τι ζητειτε τον ζωντα μετα των νεκρων 
6 ουκ εστιν ωδε αλλα ηγερθη μνησθητε ως ελαλησεν υμιν ετι ων εν τη γαλιλαια Matt 16:21, Matt 17:22, Matt 20:18, Mark 8:31, Mark 9:31, Mark 10:33, Luke 9:22, Luke 18:31
7 λεγων τον υιον του ανθρωπου οτι δει παραδοθηναι εις χειρας ανθρωπων αμαρτωλων και σταυρωθηναι και τη τριτη ημερα αναστηναι 
8 και εμνησθησαν των ρηματων αυτου John 2:22
9 και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοις ενδεκα και πασιν τοις λοιποις Matt 28:8, Mark 16:10
10 ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια η ιακωβου και αι λοιπαι συν αυταις ελεγον προς τους αποστολους ταυτα 
11 και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα ταυτα και ηπιστουν αυταις 
12 ο δε πετρος αναστας εδραμεν επι το μνημειον και παρακυψας βλεπει τα οθονια μονα και απηλθεν προς εαυτον θαυμαζων το γεγονος John 20:3, John 20:6
13 και ιδου δυο εξ αυτων εν αυτη τη ημερα ησαν πορευομενοι εις κωμην απεχουσαν σταδιους εξηκοντα απο ιερουσαλημ η ονομα εμμαους Mark 16:12
14 και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων 
15 και εγενετο εν τω ομιλειν αυτους και συζητειν και αυτος ιησους εγγισας συνεπορευετο αυτοις Luke 24:36, Matt 18:20
16 οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον 
17 ειπεν δε προς αυτους τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες και εσταθησαν σκυθρωποι 
18 αποκριθεις δε εις ονοματι κλεοπας ειπεν προς αυτον συ μονος παροικεις ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις 
19 και ειπεν αυτοις ποια οι δε ειπαν αυτω τα περι ιησου του ναζαρηνου ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου Luke 7:16, John 4:19, John 6:14
20 οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον 
21 ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον ισραηλ αλλα γε και συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει αφ ου ταυτα εγενετο Acts 1:6
22 αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριναι επι το μνημειον Matt 28:8, Mark 16:10, John 20:18
23 και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι οι λεγουσιν αυτον ζην 
24 και απηλθον τινες των συν ημιν επι το μνημειον και ευρον ουτως καθως και αι γυναικες ειπον αυτον δε ουκ ειδον 
25 και αυτος ειπεν προς αυτους ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται 
26 ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εις την δοξαν αυτου Isa 50:6, Isa 53:5, Phil 2:7, Heb 12:2, 1 Pet 1:11
27 και αρξαμενος απο μωυσεως και απο παντων των προφητων διερμηνευσεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου Gen 3:15, Gen 22:18, Gen 26:4, Gen 49:10, Deut 18:15, Psa 132:11, Isa 7:14, Isa 9:5, Isa 40:10, Jer 23:5, Jer 33:14, Ezek 34:23, Ezek 37:25, Dan 9:24, Mic 7:20
28 και ηγγισαν εις την κωμην ου επορευοντο και αυτος προσεποιησατο πορρωτερον πορευεσθαι 
29 και παρεβιασαντο αυτον λεγοντες μεινον μεθ ημων οτι προς εσπεραν εστιν και κεκλικεν ηδη η ημερα και εισηλθεν του μειναι συν αυτοις Gen 19:3, Acts 16:15, Heb 13:2
30 και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν και κλασας επεδιδου αυτοις 
31 αυτων δε διηνοιχθησαν οι οφθαλμοι και επεγνωσαν αυτον και αυτος αφαντος εγενετο απ αυτων 
32 και ειπαν προς αλληλους ουχι η καρδια ημων καιομενη ην [εν ημιν] ως ελαλει ημιν εν τη οδω ως διηνοιγεν ημιν τας γραφας 
33 και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις ιερουσαλημ και ευρον ηθροισμενους τους ενδεκα και τους συν αυτοις 
34 λεγοντας οτι οντως ηγερθη ο κυριος και ωφθη σιμωνι 1 Cor 15:5
35 και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου 
36 ταυτα δε αυτων λαλουντων αυτος εστη εν μεσω αυτων και λεγει αυτοις ειρηνη υμιν Mark 16:14, John 20:19, 1 Cor 15:5
37 πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν 
38 και ειπεν αυτοις τι τεταραγμενοι εστε και δια τι διαλογισμοι αναβαινουσιν εν τη καρδια υμων 
39 ιδετε τας χειρας μου και τους ποδας μου οτι εγω ειμι αυτος ψηλαφησατε με και ιδετε οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα 
40 και τουτο ειπων εδειξεν αυτοις τας χειρας και τους ποδας 
41 ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις εχετε τι βρωσιμον ενθαδε John 21:10
42 οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος 
43 και λαβων ενωπιον αυτων εφαγεν 
44 ειπεν δε προς αυτους ουτοι οι λογοι μου ους ελαλησα προς υμας ετι ων συν υμιν οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωυσεως και τοις προφηταις και ψαλμοις περι εμου Luke 24:6, Matt 16:21, Matt 17:22, Matt 20:18, Mark 8:31, Mark 9:31, Mark 10:33, Luke 9:22, Luke 18:31
45 τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τας γραφας 
46 και ειπεν αυτοις οτι ουτως γεγραπται παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα Psa 22:6, Acts 17:3
47 και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν εις αφεσιν αμαρτιων εις παντα τα εθνη αρξαμενοι απο ιερουσαλημ Acts 13:38, 1 John 2:12, Acts 2:4
48 υμεις μαρτυρες τουτων 
49 και [ιδου] εγω αποστελλω την επαγγελιαν του πατρος μου εφ υμας υμεις δε καθισατε εν τη πολει εως ου ενδυσησθε εξ υψους δυναμιν John 14:26, John 15:26, John 16:7, Acts 1:4, Acts 1:4
50 εξηγαγεν δε αυτους [εξω] εως προς βηθανιαν και επαρας τας χειρας αυτου ευλογησεν αυτους Acts 1:12
51 και εγενετο εν τω ευλογειν αυτον αυτους διεστη απ αυτων και ανεφερετο εις τον ουρανον Mark 16:19, Acts 1:9
52 και αυτοι προσκυνησαντες αυτον υπεστρεψαν εις ιερουσαλημ μετα χαρας μεγαλης 
53 και ησαν δια παντος εν τω ιερω ευλογουντες τον θεον 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle