Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εν ετει δε πεντεκαιδεκατω της ηγεμονιας τιβεριου καισαρος ηγεμονευοντος ποντιου πιλατου της ιουδαιας και τετρααρχουντος της γαλιλαιας ηρωδου φιλιππου δε του αδελφου αυτου τετρααρχουντος της ιτουραιας και τραχωνιτιδος χωρας και λυσανιου της αβιληνης τετρααρχουντος 
2 επι αρχιερεως αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον ζαχαριου υιον εν τη ερημω Acts 4:6
3 και ηλθεν εις πασαν [την] περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων Matt 3:1, Mark 1:4
4 ως γεγραπται εν βιβλω λογων ησαιου του προφητου φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου Isa 40:3, Matt 3:3, Mark 1:3, John 1:23
5 πασα φαραγξ πληρωθησεται και παν ορος και βουνος ταπεινωθησεται και εσται τα σκολια εις ευθειαν και αι τραχειαι εις οδους λειας 
6 και οψεται πασα σαρξ το σωτηριον του θεου Psa 98:2, Isa 52:10
7 ελεγεν ουν τοις εκπορευομενοις οχλοις βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης Matt 3:7, Matt 23:33
8 ποιησατε ουν καρπους αξιους της μετανοιας και μη αρξησθε λεγειν εν εαυτοις πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ Matt 3:9, John 8:39, Acts 13:26
9 ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται Matt 3:10, Matt 7:19
10 και επηρωτων αυτον οι οχλοι λεγοντες τι ουν ποιησωμεν Acts 2:37
11 αποκριθεις δε ελεγεν αυτοις ο εχων δυο χιτωνας μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιως ποιειτω Ja 2:13, Ja 2:15, 1 John 3:17
12 ηλθον δε και τελωναι βαπτισθηναι και ειπαν προς αυτον διδασκαλε τι ποιησωμεν 
13 ο δε ειπεν προς αυτους μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε 
14 επηρωτων δε αυτον και στρατευομενοι λεγοντες τι ποιησωμεν και ημεις και ειπεν αυτοις μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοις οψωνιοις υμων 
15 προσδοκωντος δε του λαου και διαλογιζομενων παντων εν ταις καρδιαις αυτων περι του ιωαννου μηποτε αυτος ειη ο χριστος 
16 απεκρινατο λεγων πασιν ο ιωαννης εγω μεν υδατι βαπτιζω υμας ερχεται δε ο ισχυροτερος μου ου ουκ ειμι ικανος λυσαι τον ιμαντα των υποδηματων αυτου αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι Matt 3:11, Mark 1:8, John 1:26, Acts 1:5, Acts 11:16, Acts 19:4, Isa 44:3, Joel 2:28, Acts 2:4, Acts 11:15
17 ου το πτυον εν τη χειρι αυτου διακαθαραι την αλωνα αυτου και συναγαγειν τον σιτον εις την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω Matt 3:12
18 πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον 
19 ο δε ηρωδης ο τετρααρχης ελεγχομενος υπ αυτου περι ηρωδιαδος της γυναικος του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδης Matt 14:3, Mark 6:18
20 προσεθηκεν και τουτο επι πασιν [και] κατεκλεισεν τον ιωαννην εν φυλακη 
21 εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντος και προσευχομενου ανεωχθηναι τον ουρανον Matt 3:13, Mark 1:9, John 1:32
22 και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ως περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα Isa 42:1, Matt 17:5, Mark 9:7, Luke 9:35, Col 1:13, 2 Pet 1:17
23 και αυτος ην ιησους αρχομενος ωσει ετων τριακοντα ων υιος ως ενομιζετο ιωσηφ του ηλι Matt 13:55, John 6:42
24 του μαθθατ του λευι του μελχι του ιανναι του ιωσηφ 
25 του ματταθιου του αμως του ναουμ του εσλι του ναγγαι 
26 του μααθ του ματταθιου του σεμειν του ιωσηχ του ιωδα 
27 του ιωαναν του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι 
28 του μελχι του αδδι του κωσαμ του ελμαδαμ του ηρ 
29 του ιησου του ελιεζερ του ιωριμ του μαθθατ του λευι 
30 του συμεων του ιουδα του ιωσηφ του ιωναμ του ελιακιμ 
31 του μελεα του μεννα του ματταθα του ναθαμ του δαυιδ 
32 του ιεσσαι του ιωβηδ του βοος του σαλα του ναασσων 
33 του αμιναδαβ του αδμιν του αρνι του εσρωμ του φαρες του ιουδα 
34 του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ Gen 11:10
35 του σερουχ του ραγαυ του φαλεκ του εβερ του σαλα 
36 του καιναμ του αρφαξαδ του σημ του νωε του λαμεχ 
37 του μαθουσαλα του ενωχ του ιαρετ του μαλελεηλ του καιναμ 
38 του ενως του σηθ του αδαμ του θεου Gen 5:3


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle