Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ιησους δε πληρης πνευματος αγιου υπεστρεψεν απο του ιορδανου και ηγετο εν τω πνευματι εν τη ερημω Matt 4:1, Mark 1:12
2 ημερας τεσσερακοντα πειραζομενος υπο του διαβολου και ουκ εφαγεν ουδεν εν ταις ημεραις εκειναις και συντελεσθεισων αυτων επεινασεν Ex 34:28, 1 Kin 19:8
3 ειπεν δε αυτω ο διαβολος ει υιος ει του θεου ειπε τω λιθω τουτω ινα γενηται αρτος 
4 και απεκριθη προς αυτον ο ιησους γεγραπται οτι ουκ επ αρτω μονω ζησεται ο ανθρωπος Deut 8:3, Matt 4:4
5 και αναγαγων αυτον εδειξεν αυτω πασας τας βασιλειας της οικουμενης εν στιγμη χρονου 
6 και ειπεν αυτω ο διαβολος σοι δωσω την εξουσιαν ταυτην απασαν και την δοξαν αυτων οτι εμοι παραδεδοται και ω εαν θελω διδωμι αυτην 
7 συ ουν εαν προσκυνησης ενωπιον εμου εσται σου πασα 
8 και αποκριθεις ο ιησους ειπεν αυτω γεγραπται κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις Deut 6:13, Deut 10:20, 1 Sam 7:3
9 ηγαγεν δε αυτον εις ιερουσαλημ και εστησεν επι το πτερυγιον του ιερου και ειπεν αυτω ει υιος ει του θεου βαλε σεαυτον εντευθεν κατω 
10 γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου του διαφυλαξαι σε Psa 91:11
11 και οτι επι χειρων αρουσιν σε μηποτε προσκοψης προς λιθον τον ποδα σου 
12 και αποκριθεις ειπεν αυτω ο ιησους οτι ειρηται ουκ εκπειρασεις κυριον τον θεον σου Deut 6:16
13 και συντελεσας παντα πειρασμον ο διαβολος απεστη απ αυτου αχρι καιρου 
14 και υπεστρεψεν ο ιησους εν τη δυναμει του πνευματος εις την γαλιλαιαν και φημη εξηλθεν καθ ολης της περιχωρου περι αυτου Matt 4:12, Mark 1:14, John 4:43, Acts 10:37
15 και αυτος εδιδασκεν εν ταις συναγωγαις αυτων δοξαζομενος υπο παντων 
16 και ηλθεν εις ναζαρα ου ην τεθραμμενος και εισηλθεν κατα το ειωθος αυτω εν τη ημερα των σαββατων εις την συναγωγην και ανεστη αναγνωναι Matt 13:54, Mark 6:1, John 4:43, Neh 8:4
17 και επεδοθη αυτω βιβλιον του προφητου ησαιου και αναπτυξας το βιβλιον ευρεν τον τοπον ου ην γεγραμμενον 
18 πνευμα κυριου επ εμε ου εινεκεν εχρισεν με ευαγγελισασθαι πτωχοις απεσταλκεν με κηρυξαι αιχμαλωτοις αφεσιν και τυφλοις αναβλεψιν αποστειλαι τεθραυσμενους εν αφεσει Isa 61:1, Matt 11:5, Isa 42:7, Isa 61:1
19 κηρυξαι ενιαυτον κυριου δεκτον 
20 και πτυξας το βιβλιον αποδους τω υπηρετη εκαθισεν και παντων οι οφθαλμοι εν τη συναγωγη ησαν ατενιζοντες αυτω 
21 ηρξατο δε λεγειν προς αυτους οτι σημερον πεπληρωται η γραφη αυτη εν τοις ωσιν υμων 
22 και παντες εμαρτυρουν αυτω και εθαυμαζον επι τοις λογοις της χαριτος τοις εκπορευομενοις εκ του στοματος αυτου και ελεγον ουχι υιος εστιν ιωσηφ ουτος Isa 50:4, Matt 13:54, Mark 6:2, Luke 2:47, John 6:42
23 και ειπεν προς αυτους παντως ερειτε μοι την παραβολην ταυτην ιατρε θεραπευσον σεαυτον οσα ηκουσαμεν γενομενα εις την καφαρναουμ ποιησον και ωδε εν τη πατριδι σου Matt 4:13
24 ειπεν δε αμην λεγω υμιν οτι ουδεις προφητης δεκτος εστιν εν τη πατριδι αυτου Matt 13:57, Mark 6:4, John 4:44
25 επ αληθειας δε λεγω υμιν πολλαι χηραι ησαν εν ταις ημεραις ηλιου εν τω ισραηλ οτε εκλεισθη ο ουρανος επι ετη τρια και μηνας εξ ως εγενετο λιμος μεγας επι πασαν την γην 1 Kin 17:7, Ja 5:17
26 και προς ουδεμιαν αυτων επεμφθη ηλιας ει μη εις σαρεπτα της σιδωνιας προς γυναικα χηραν 
27 και πολλοι λεπροι ησαν εν τω ισραηλ επι ελισαιου του προφητου και ουδεις αυτων εκαθαρισθη ει μη ναιμαν ο συρος 2 Kin 5:14
28 και επλησθησαν παντες θυμου εν τη συναγωγη ακουοντες ταυτα 
29 και ανασταντες εξεβαλον αυτον εξω της πολεως και ηγαγον αυτον εως οφρυος του ορους εφ ου η πολις ωκοδομητο αυτων ωστε κατακρημνισαι αυτον 
30 αυτος δε διελθων δια μεσου αυτων επορευετο 
31 και κατηλθεν εις καφαρναουμ πολιν της γαλιλαιας και ην διδασκων αυτους εν τοις σαββασιν Matt 4:13, Mark 1:21
32 και εξεπλησσοντο επι τη διδαχη αυτου οτι εν εξουσια ην ο λογος αυτου Matt 7:29, Mark 1:22
33 και εν τη συναγωγη ην ανθρωπος εχων πνευμα δαιμονιου ακαθαρτου και ανεκραξεν φωνη μεγαλη Mark 1:23
34 εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου 
35 και επετιμησεν αυτω ο ιησους λεγων φιμωθητι και εξελθε απ αυτου και ριψαν αυτον το δαιμονιον εις το μεσον εξηλθεν απ αυτου μηδεν βλαψαν αυτον 
36 και εγενετο θαμβος επι παντας και συνελαλουν προς αλληλους λεγοντες τις ο λογος ουτος οτι εν εξουσια και δυναμει επιτασσει τοις ακαθαρτοις πνευμασιν και εξερχονται 
37 και εξεπορευετο ηχος περι αυτου εις παντα τοπον της περιχωρου 
38 αναστας δε απο της συναγωγης εισηλθεν εις την οικιαν σιμωνος πενθερα δε του σιμωνος ην συνεχομενη πυρετω μεγαλω και ηρωτησαν αυτον περι αυτης Matt 8:14, Mark 1:29
39 και επιστας επανω αυτης επετιμησεν τω πυρετω και αφηκεν αυτην παραχρημα δε αναστασα διηκονει αυτοις 
40 δυνοντος δε του ηλιου απαντες οσοι ειχον ασθενουντας νοσοις ποικιλαις ηγαγον αυτους προς αυτον ο δε ενι εκαστω αυτων τας χειρας επιτιθεις εθεραπευεν αυτους Matt 8:16, Mark 1:32, Mark 7:32, Mark 8:23, Mark 8:25
41 εξηρχετο δε και δαιμονια απο πολλων κρ[αυγ]αζοντα και λεγοντα οτι συ ει ο υιος του θεου και επιτιμων ουκ εια αυτα λαλειν οτι ηδεισαν τον χριστον αυτον ειναι Mark 1:34, Mark 3:11
42 γενομενης δε ημερας εξελθων επορευθη εις ερημον τοπον και οι οχλοι επεζητουν αυτον και ηλθον εως αυτου και κατειχον αυτον του μη πορευεσθαι απ αυτων Mark 1:35
43 ο δε ειπεν προς αυτους οτι και ταις ετεραις πολεσιν ευαγγελισασθαι με δει την βασιλειαν του θεου οτι επι τουτο απεσταλην 
44 και ην κηρυσσων εις τας συναγωγας της ιουδαιας 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle