Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 συγκαλεσαμενος δε τους δωδεκα εδωκεν αυτοις δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσους θεραπευειν Matt 10:1, Mark 3:13, Mark 6:7, Luke 6:13
2 και απεστειλεν αυτους κηρυσσειν την βασιλειαν του θεου και ιασθαι [τους ασθενεις] Matt 10:7
3 και ειπεν προς αυτους μηδεν αιρετε εις την οδον μητε ραβδον μητε πηραν μητε αρτον μητε αργυριον μητε [ανα] δυο χιτωνας εχειν Matt 10:9, Mark 6:8, Luke 22:35
4 και εις ην αν οικιαν εισελθητε εκει μενετε και εκειθεν εξερχεσθε 
5 και οσοι αν μη δεχωνται υμας εξερχομενοι απο της πολεως εκεινης τον κονιορτον απο των ποδων υμων αποτινασσετε εις μαρτυριον επ αυτους Matt 10:14, Mark 6:11, Luke 10:11, Acts 13:51, Acts 18:6
6 εξερχομενοι δε διηρχοντο κατα τας κωμας ευαγγελιζομενοι και θεραπευοντες πανταχου 
7 ηκουσεν δε ηρωδης ο τετρααρχης τα γινομενα παντα και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννης ηγερθη εκ νεκρων Matt 14:1, Mark 6:14
8 υπο τινων δε οτι ηλιας εφανη αλλων δε οτι προφητης τις των αρχαιων ανεστη 
9 ειπεν δε ηρωδης ιωαννην εγω απεκεφαλισα τις δε εστιν ουτος περι ου ακουω τοιαυτα και εζητει ιδειν αυτον 
10 και υποστρεψαντες οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτους υπεχωρησεν κατ ιδιαν εις πολιν καλουμενην βηθσαιδα Mark 6:30, Matt 14:13, Mark 6:31
11 οι δε οχλοι γνοντες ηκολουθησαν αυτω και αποδεξαμενος αυτους ελαλει αυτοις περι της βασιλειας του θεου και τους χρειαν εχοντας θεραπειας ιατο 
12 η δε ημερα ηρξατο κλινειν προσελθοντες δε οι δωδεκα ειπαν αυτω απολυσον τον οχλον ινα πορευθεντες εις τας κυκλω κωμας και αγρους καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν Matt 14:15, Mark 6:35, John 6:5
13 ειπεν δε προς αυτους δοτε αυτοις υμεις φαγειν οι δε ειπαν ουκ εισιν ημιν πλειον η αρτοι πεντε και ιχθυες δυο ει μητι πορευθεντες ημεις αγορασωμεν εις παντα τον λαον τουτον βρωματα Matt 14:16, Mark 6:37, John 6:9
14 ησαν γαρ ωσει ανδρες πεντακισχιλιοι ειπεν δε προς τους μαθητας αυτου κατακλινατε αυτους κλισιας [ωσει] ανα πεντηκοντα 
15 και εποιησαν ουτως και κατεκλιναν απαντας 
16 λαβων δε τους πεντε αρτους και τους δυο ιχθυας αναβλεψας εις τον ουρανον ευλογησεν αυτους και κατεκλασεν και εδιδου τοις μαθηταις παραθειναι τω οχλω 1 Sam 9:13
17 και εφαγον και εχορτασθησαν παντες και ηρθη το περισσευσαν αυτοις κλασματων κοφινοι δωδεκα 
18 και εγενετο εν τω ειναι αυτον προσευχομενον κατα μονας συνησαν αυτω οι μαθηται και επηρωτησεν αυτους λεγων τινα με λεγουσιν οι οχλοι ειναι Matt 16:13, Mark 8:27
19 οι δε αποκριθεντες ειπαν ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε οτι προφητης τις των αρχαιων ανεστη Matt 14:2
20 ειπεν δε αυτοις υμεις δε τινα με λεγετε ειναι πετρος δε αποκριθεις ειπεν τον χριστον του θεου John 6:69
21 ο δε επιτιμησας αυτοις παρηγγειλεν μηδενι λεγειν τουτο 
22 ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι Matt 16:21, Matt 17:22, Mark 8:31, Mark 9:31, Mark 10:33, Luke 18:31, Luke 24:7
23 ελεγεν δε προς παντας ει τις θελει οπισω μου ερχεσθαι αρνησασθω εαυτον και αρατω τον σταυρον αυτου καθ ημεραν και ακολουθειτω μοι Matt 10:38, Matt 16:24, Mark 8:34, Luke 14:27
24 ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ουτος σωσει αυτην Matt 10:39, Matt 16:25, Mark 8:35, Luke 17:33, John 12:25
25 τι γαρ ωφελειται ανθρωπος κερδησας τον κοσμον ολον εαυτον δε απολεσας η ζημιωθεις 
26 ος γαρ αν επαισχυνθη με και τους εμους λογους τουτον ο υιος του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατρος και των αγιων αγγελων Matt 10:33, Mark 8:38, Luke 12:9, 2 Tim 2:12, 1 John 2:23
27 λεγω δε υμιν αληθως εισιν τινες των αυτου εστηκοτων οι ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου Matt 16:28, Mark 9:1
28 εγενετο δε μετα τους λογους τουτους ωσει ημεραι οκτω [και] παραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εις το ορος προσευξασθαι Matt 17:1, Mark 9:2
29 και εγενετο εν τω προσευχεσθαι αυτον το ειδος του προσωπου αυτου ετερον και ο ιματισμος αυτου λευκος εξαστραπτων 
30 και ιδου ανδρες δυο συνελαλουν αυτω οιτινες ησαν μωυσης και ηλιας 
31 οι οφθεντες εν δοξη ελεγον την εξοδον αυτου ην ημελλεν πληρουν εν ιερουσαλημ 
32 ο δε πετρος και οι συν αυτω ησαν βεβαρημενοι υπνω διαγρηγορησαντες δε ειδον την δοξαν αυτου και τους δυο ανδρας τους συνεστωτας αυτω 
33 και εγενετο εν τω διαχωριζεσθαι αυτους απ αυτου ειπεν ο πετρος προς τον ιησουν επιστατα καλον εστιν ημας ωδε ειναι και ποιησωμεν σκηνας τρεις μιαν σοι και μιαν μωυσει και μιαν ηλια μη ειδως ο λεγει 
34 ταυτα δε αυτου λεγοντος εγενετο νεφελη και επεσκιαζεν αυτους εφοβηθησαν δε εν τω εισελθειν αυτους εις την νεφελην 
35 και φωνη εγενετο εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο εκλελεγμενος αυτου ακουετε Isa 42:1, Matt 3:17, Matt 17:5, Mark 1:11, Mark 9:7, Luke 3:22, Col 1:13, 2 Pet 1:17, Deut 18:19, Acts 3:22
36 και εν τω γενεσθαι την φωνην ευρεθη ιησους μονος και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναις ταις ημεραις ουδεν ων εωρακαν 
37 εγενετο δε τη εξης ημερα κατελθοντων αυτων απο του ορους συνηντησεν αυτω οχλος πολυς Matt 17:14, Mark 9:17
38 και ιδου ανηρ απο του οχλου εβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενης μοι εστιν 
39 και ιδου πνευμα λαμβανει αυτον και εξαιφνης κραζει και σπαρασσει αυτον μετα αφρου και μογις αποχωρει απ αυτου συντριβον αυτον 
40 και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν 
41 αποκριθεις δε ο ιησους ειπεν ω γενεα απιστος και διεστραμμενη εως ποτε εσομαι προς υμας και ανεξομαι υμων προσαγαγε ωδε τον υιον σου 
42 ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν επετιμησεν δε ο ιησους τω πνευματι τω ακαθαρτω και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου 
43 εξεπλησσοντο δε παντες επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οις εποιει ειπεν προς τους μαθητας αυτου 
44 θεσθε υμεις εις τα ωτα υμων τους λογους τουτους ο γαρ υιος του ανθρωπου μελλει παραδιδοσθαι εις χειρας ανθρωπων Matt 17:22, Mark 9:31
45 οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματος τουτου Luke 2:50, Luke 18:34
46 εισηλθεν δε διαλογισμος εν αυτοις το τις αν ειη μειζων αυτων Matt 18:1, Mark 9:33, Luke 22:24
47 ο δε ιησους ειδως τον διαλογισμον της καρδιας αυτων επιλαβομενος παιδιον εστησεν αυτο παρ εαυτω 
48 και ειπεν αυτοις ος εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και ος αν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτερος εν πασιν υμιν υπαρχων ουτος εστιν μεγας Matt 18:5, Mark 9:37, John 13:20, Luke 10:16, John 13:20, Matt 23:11, Luke 14:11, Luke 18:14
49 αποκριθεις δε ιωαννης ειπεν επιστατα ειδομεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυομεν αυτον οτι ουκ ακολουθει μεθ ημων Mark 9:38
50 ειπεν δε προς αυτον ο ιησους μη κωλυετε ος γαρ ουκ εστιν καθ υμων υπερ υμων εστιν Matt 12:30, Luke 11:23
51 εγενετο δε εν τω συμπληρουσθαι τας ημερας της αναλημψεως αυτου και αυτος το προσωπον εστηρισεν του πορευεσθαι εις ιερουσαλημ Mark 16:19, Acts 1:2, 1 Tim 3:16
52 και απεστειλεν αγγελους προ προσωπου αυτου και πορευθεντες εισηλθον εις κωμην σαμαριτων ως ετοιμασαι αυτω 
53 και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εις ιερουσαλημ John 4:9
54 ιδοντες δε οι μαθηται ιακωβος και ιωαννης ειπαν κυριε θελεις ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτους 2 Kin 1:10, 2 Kin 1:12
55 στραφεις δε επετιμησεν αυτοις 
56 και επορευθησαν εις ετεραν κωμην John 3:17, John 12:47
57 και πορευομενων αυτων εν τη οδω ειπεν τις προς αυτον ακολουθησω σοι οπου εαν απερχη Matt 8:19
58 και ειπεν αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη 
59 ειπεν δε προς ετερον ακολουθει μοι ο δε ειπεν [κυριε] επιτρεψον μοι απελθοντι πρωτον θαψαι τον πατερα μου Matt 8:21
60 ειπεν δε αυτω αφες τους νεκρους θαψαι τους εαυτων νεκρους συ δε απελθων διαγγελλε την βασιλειαν του θεου Matt 8:22
61 ειπεν δε και ετερος ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοις εις τον οικον μου 1 Kin 19:20
62 ειπεν δε [προς αυτον] ο ιησους ουδεις επιβαλων την χειρα επ αροτρον και βλεπων εις τα οπισω ευθετος εστιν τη βασιλεια του θεου Prov 26:11, Phil 3:14, Heb 6:5, 2 Pet 2:20


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle