Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 προ δε της εορτης του πασχα ειδως ο ιησους οτι ηλθεν αυτου η ωρα ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα αγαπησας τους ιδιους τους εν τω κοσμω εις τελος ηγαπησεν αυτους Matt 26:2, Mark 14:1, Luke 22:1
2 και δειπνου γινομενου του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ινα παραδοι αυτον ιουδας σιμωνος ισκαριωτου John 13:27, Luke 22:3
3 ειδως οτι παντα εδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει Matt 11:27, John 3:35, John 16:28
4 εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια και λαβων λεντιον διεζωσεν εαυτον 
5 ειτα βαλλει υδωρ εις τον νιπτηρα και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος 
6 ερχεται ουν προς σιμωνα πετρον λεγει αυτω κυριε συ μου νιπτεις τους ποδας 
7 απεκριθη ιησους και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδας αρτι γνωση δε μετα ταυτα Matt 3:14
8 λεγει αυτω πετρος ου μη νιψης μου τους ποδας εις τον αιωνα απεκριθη ιησους αυτω εαν μη νιψω σε ουκ εχεις μερος μετ εμου 
9 λεγει αυτω σιμων πετρος κυριε μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην 
10 λεγει αυτω ο ιησους ο λελουμενος ουκ εχει χρειαν ει μη τους ποδας νιψασθαι αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε αλλ ουχι παντες John 15:3
11 ηδει γαρ τον παραδιδοντα αυτον δια τουτο ειπεν οτι ουχι παντες καθαροι εστε John 6:64
12 οτε ουν ενιψεν τους ποδας αυτων [και] ελαβεν τα ιματια αυτου και ανεπεσεν παλιν ειπεν αυτοις γινωσκετε τι πεποιηκα υμιν 
13 υμεις φωνειτε με ο διδασκαλος και ο κυριος και καλως λεγετε ειμι γαρ Matt 23:8, Matt 23:10, 1 Cor 8:6, 1 Cor 12:3, Phil 2:11
14 ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας Gal 6:1
15 υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε 1 Pet 2:21, 1 John 2:6
16 αμην αμην λεγω υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον Matt 10:24, Luke 6:40, John 15:20
17 ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα 
18 ου περι παντων υμων λεγω εγω οιδα τινας εξελεξαμην αλλ ινα η γραφη πληρωθη ο τρωγων μου τον αρτον επηρεν επ εμε την πτερναν αυτου Psa 41:9, Matt 26:23, 1 John 2:19
19 απ αρτι λεγω υμιν προ του γενεσθαι ινα πιστευσητε οταν γενηται οτι εγω ειμι John 14:29, John 16:4
20 αμην αμην λεγω υμιν ο λαμβανων αν τινα πεμψω εμε λαμβανει ο δε εμε λαμβανων λαμβανει τον πεμψαντα με Matt 10:40, Luke 10:16
21 ταυτα ειπων [ο] ιησους εταραχθη τω πνευματι και εμαρτυρησεν και ειπεν αμην αμην λεγω υμιν οτι εις εξ υμων παραδωσει με Matt 26:21, Mark 14:18, Luke 22:21, Acts 1:17, 1 John 2:19
22 εβλεπον εις αλληλους οι μαθηται απορουμενοι περι τινος λεγει 
23 ην ανακειμενος εις εκ των μαθητων αυτου εν τω κολπω του ιησου ον ηγαπα ο ιησους John 20:2, John 21:7, John 21:20
24 νευει ουν τουτω σιμων πετρος πυθεσθαι τις αν ειη περι ου λεγει 
25 αναπεσων ουν εκεινος ουτως επι το στηθος του ιησου λεγει αυτω κυριε τις εστιν 
26 αποκρινεται [ο] ιησους εκεινος εστιν ω εγω βαψω το ψωμιον και δωσω αυτω βαψας ουν το ψωμιον [λαμβανει και] διδωσιν ιουδα σιμωνος ισκαριωτου 
27 και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο σατανας λεγει ουν αυτω ο ιησους ο ποιεις ποιησον ταχιον 
28 τουτο [δε] ουδεις εγνω των ανακειμενων προς τι ειπεν αυτω 
29 τινες γαρ εδοκουν επει το γλωσσοκομον ειχεν ιουδας οτι λεγει αυτω [ο] ιησους αγορασον ων χρειαν εχομεν εις την εορτην η τοις πτωχοις ινα τι δω John 12:6
30 λαβων ουν το ψωμιον εκεινος εξηλθεν ευθυς ην δε νυξ 
31 οτε ουν εξηλθεν λεγει ιησους νυν εδοξασθη ο υιος του ανθρωπου και ο θεος εδοξασθη εν αυτω 
32 [ει ο θεος εδοξασθη εν αυτω] και ο θεος δοξασει αυτον εν αυτω και ευθυς δοξασει αυτον John 12:23, John 17:1
33 τεκνια ετι μικρον μεθ υμων ειμι ζητησετε με και καθως ειπον τοις ιουδαιοις οτι οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν και υμιν λεγω αρτι John 7:34, John 8:21
34 εντολην καινην διδωμι υμιν ινα αγαπατε αλληλους καθως ηγαπησα υμας ινα και υμεις αγαπατε αλληλους Lev 19:18, Matt 22:39, John 15:12, Eph 5:2, 1 Thess 4:9, 1 Pet 4:8, 1 John 3:23, 1 John 4:21
35 εν τουτω γνωσονται παντες οτι εμοι μαθηται εστε εαν αγαπην εχητε εν αλληλοις 1 John 2:5, 1 John 4:20
36 λεγει αυτω σιμων πετρος κυριε που υπαγεις απεκριθη [αυτω] ιησους οπου υπαγω ου δυνασαι μοι νυν ακολουθησαι ακολουθησεις δε υστερον John 21:18, 2 Pet 1:14
37 λεγει αυτω ο πετρος κυριε δια τι ου δυναμαι σοι ακολουθησαι αρτι την ψυχην μου υπερ σου θησω Matt 26:33, Mark 14:29, Luke 22:33
38 αποκρινεται ιησους την ψυχην σου υπερ εμου θησεις αμην αμην λεγω σοι ου μη αλεκτωρ φωνηση εως ου αρνηση με τρις Matt 26:34, Mark 14:30, Luke 22:34


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle