Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εγω ειμι η αμπελος η αληθινη και ο πατηρ μου ο γεωργος εστιν 
2 παν κλημα εν εμοι μη φερον καρπον αιρει αυτο και παν το καρπον φερον καθαιρει αυτο ινα καρπον πλειονα φερη Matt 15:13
3 ηδη υμεις καθαροι εστε δια τον λογον ον λελαληκα υμιν John 13:10
4 μεινατε εν εμοι καγω εν υμιν καθως το κλημα ου δυναται καρπον φερειν αφ εαυτου εαν μη μενη εν τη αμπελω ουτως ουδε υμεις εαν μη εν εμοι μενητε 
5 εγω ειμι η αμπελος υμεις τα κληματα ο μενων εν εμοι καγω εν αυτω ουτος φερει καρπον πολυν οτι χωρις εμου ου δυνασθε ποιειν ουδεν 
6 εαν μη τις μενη εν εμοι εβληθη εξω ως το κλημα και εξηρανθη και συναγουσιν αυτα και εις το πυρ βαλλουσιν και καιεται Ezek 15:2, Matt 3:10, Matt 7:19, Col 1:23
7 εαν μεινητε εν εμοι και τα ρηματα μου εν υμιν μεινη ο εαν θελητε αιτησασθε και γενησεται υμιν Jer 29:12, Matt 7:7, Matt 21:22, Mark 11:24, Luke 11:9, John 14:13, John 16:24, Ja 1:5, 1 John 3:22, 1 John 5:14
8 εν τουτω εδοξασθη ο πατηρ μου ινα καρπον πολυν φερητε και γενησθε εμοι μαθηται 
9 καθως ηγαπησεν με ο πατηρ καγω υμας ηγαπησα μεινατε εν τη αγαπη τη εμη 
10 εαν τας εντολας μου τηρησητε μενειτε εν τη αγαπη μου καθως εγω τας εντολας του πατρος μου τετηρηκα και μενω αυτου εν τη αγαπη John 14:15, John 14:21, John 14:23, 1 John 5:3
11 ταυτα λελαληκα υμιν ινα η χαρα η εμη εν υμιν η και η χαρα υμων πληρωθη 
12 αυτη εστιν η εντολη η εμη ινα αγαπατε αλληλους καθως ηγαπησα υμας Lev 19:18, Matt 22:39, John 13:34, Eph 5:2, 1 Thess 4:9, 1 Pet 4:8, 1 John 3:23, 1 John 4:21
13 μειζονα ταυτης αγαπην ουδεις εχει ινα τις την ψυχην αυτου θη υπερ των φιλων αυτου Rom 5:7, Eph 5:2, 1 John 3:16
14 υμεις φιλοι μου εστε εαν ποιητε α εγω εντελλομαι υμιν Matt 12:50, 2 Cor 5:16, Gal 5:6, Gal 6:15, Col 3:11
15 ουκετι λεγω υμας δουλους οτι ο δουλος ουκ οιδεν τι ποιει αυτου ο κυριος υμας δε ειρηκα φιλους οτι παντα α ηκουσα παρα του πατρος μου εγνωρισα υμιν John 8:26
16 ουχ υμεις με εξελεξασθε αλλ εγω εξελεξαμην υμας και εθηκα υμας ινα υμεις υπαγητε και καρπον φερητε και ο καρπος υμων μενη ινα ο τι αν αιτησητε τον πατερα εν τω ονοματι μου δω υμιν John 13:18, Eph 1:4, Matt 28:19, Mark 16:15, Col 1:6
17 ταυτα εντελλομαι υμιν ινα αγαπατε αλληλους 
18 ει ο κοσμος υμας μισει γινωσκετε οτι εμε πρωτον υμων μεμισηκεν John 3:13
19 ει εκ του κοσμου ητε ο κοσμος αν το ιδιον εφιλει οτι δε εκ του κοσμου ουκ εστε αλλ εγω εξελεξαμην υμας εκ του κοσμου δια τουτο μισει υμας ο κοσμος John 17:14, Gal 1:10
20 μνημονευετε του λογου ου εγω ειπον υμιν ουκ εστιν δουλος μειζων του κυριου αυτου ει εμε εδιωξαν και υμας διωξουσιν ει τον λογον μου ετηρησαν και τον υμετερον τηρησουσιν Matt 10:24, Luke 6:40, John 13:16, Matt 24:9, John 16:2
21 αλλα ταυτα παντα ποιησουσιν εις υμας δια το ονομα μου οτι ουκ οιδασιν τον πεμψαντα με Matt 10:22, John 16:3
22 ει μη ηλθον και ελαλησα αυτοις αμαρτιαν ουκ ειχοσαν νυν δε προφασιν ουκ εχουσιν περι της αμαρτιας αυτων Rom 4:15, Rom 5:20
23 ο εμε μισων και τον πατερα μου μισει 
24 ει τα εργα μη εποιησα εν αυτοις α ουδεις αλλος εποιησεν αμαρτιαν ουκ ειχοσαν νυν δε και εωρακασιν και μεμισηκασιν και εμε και τον πατερα μου John 10:37
25 αλλ ινα πληρωθη ο λογος ο εν τω νομω αυτων γεγραμμενος οτι εμισησαν με δωρεαν Psa 35:19, Psa 69:4
26 οταν ελθη ο παρακλητος ον εγω πεμψω υμιν παρα του πατρος το πνευμα της αληθειας ο παρα του πατρος εκπορευεται εκεινος μαρτυρησει περι εμου John 14:26, John 16:7, Acts 5:32, Luke 24:49
27 και υμεις δε μαρτυρειτε οτι απ αρχης μετ εμου εστε Acts 1:8, Acts 1:21, Acts 5:32


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle