Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε 
2 αποσυναγωγους ποιησουσιν υμας αλλ ερχεται ωρα ινα πας ο αποκτεινας υμας δοξη λατρειαν προσφερειν τω θεω John 9:22, John 9:34, John 12:42
3 και ταυτα ποιησουσιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε John 15:21, 1 Cor 2:8
4 αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα αυτων μνημονευητε αυτων οτι εγω ειπον υμιν ταυτα δε υμιν εξ αρχης ουκ ειπον οτι μεθ υμων ημην John 13:19, John 14:29
5 νυν δε υπαγω προς τον πεμψαντα με και ουδεις εξ υμων ερωτα με που υπαγεις 
6 αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν 
7 αλλ εγω την αληθειαν λεγω υμιν συμφερει υμιν ινα εγω απελθω εαν γαρ μη απελθω ο παρακλητος ουκ ελευσεται προς υμας εαν δε πορευθω πεμψω αυτον προς υμας Luke 24:49, John 14:26, John 15:26
8 και ελθων εκεινος ελεγξει τον κοσμον περι αμαρτιας και περι δικαιοσυνης και περι κρισεως 
9 περι αμαρτιας μεν οτι ου πιστευουσιν εις εμε 
10 περι δικαιοσυνης δε οτι προς τον πατερα υπαγω και ουκετι θεωρειτε με 
11 περι δε κρισεως οτι ο αρχων του κοσμου τουτου κεκριται John 12:31, John 14:30, Eph 2:2, Col 2:15
12 ετι πολλα εχω υμιν λεγειν αλλ ου δυνασθε βασταζειν αρτι 
13 οταν δε ελθη εκεινος το πνευμα της αληθειας οδηγησει υμας εν τη αληθεια παση ου γαρ λαλησει αφ εαυτου αλλ οσα ακουσει λαλησει και τα ερχομενα αναγγελει υμιν John 14:26, John 12:49
14 εκεινος εμε δοξασει οτι εκ του εμου λημψεται και αναγγελει υμιν 
15 παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου λαμβανει και αναγγελει υμιν John 17:10
16 μικρον και ουκετι θεωρειτε με και παλιν μικρον και οψεσθε με John 7:33
17 ειπαν ουν εκ των μαθητων αυτου προς αλληλους τι εστιν τουτο ο λεγει ημιν μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με και οτι υπαγω προς τον πατερα 
18 ελεγον ουν τι εστιν τουτο [ο λεγει] το μικρον ουκ οιδαμεν τι λαλει 
19 εγνω [ο] ιησους οτι ηθελον αυτον ερωταν και ειπεν αυτοις περι τουτου ζητειτε μετ αλληλων οτι ειπον μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με 
20 αμην αμην λεγω υμιν οτι κλαυσετε και θρηνησετε υμεις ο δε κοσμος χαρησεται υμεις λυπηθησεσθε αλλ η λυπη υμων εις χαραν γενησεται 
21 η γυνη οταν τικτη λυπην εχει οτι ηλθεν η ωρα αυτης οταν δε γεννηση το παιδιον ουκετι μνημονευει της θλιψεως δια την χαραν οτι εγεννηθη ανθρωπος εις τον κοσμον Isa 26:17
22 και υμεις ουν νυν μεν λυπην εχετε παλιν δε οψομαι υμας και χαρησεται υμων η καρδια και την χαραν υμων ουδεις αιρει αφ υμων John 20:20
23 και εν εκεινη τη ημερα εμε ουκ ερωτησετε ουδεν αμην αμην λεγω υμιν αν τι αιτησητε τον πατερα εν τω ονοματι μου δωσει υμιν Jer 29:12, Matt 7:7, Matt 21:22, Mark 11:24, Luke 11:9, John 14:13, John 15:17, Ja 1:5, 1 John 3:22, 1 John 5:14
24 εως αρτι ουκ ητησατε ουδεν εν τω ονοματι μου αιτειτε και λημψεσθε ινα η χαρα υμων η πεπληρωμενη 
25 ταυτα εν παροιμιαις λελαληκα υμιν ερχεται ωρα οτε ουκετι εν παροιμιαις λαλησω υμιν αλλα παρρησια περι του πατρος απαγγελω υμιν 
26 εν εκεινη τη ημερα εν τω ονοματι μου αιτησεσθε και ου λεγω υμιν οτι εγω ερωτησω τον πατερα περι υμων 
27 αυτος γαρ ο πατηρ φιλει υμας οτι υμεις εμε πεφιληκατε και πεπιστευκατε οτι εγω παρα [του] θεου εξηλθον John 17:8
28 εξηλθον παρα του πατρος και εληλυθα εις τον κοσμον παλιν αφιημι τον κοσμον και πορευομαι προς τον πατερα John 13:3
29 λεγουσιν οι μαθηται αυτου ιδε νυν εν παρρησια λαλεις και παροιμιαν ουδεμιαν λεγεις 
30 νυν οιδαμεν οτι οιδας παντα και ου χρειαν εχεις ινα τις σε ερωτα εν τουτω πιστευομεν οτι απο θεου εξηλθες John 21:17
31 απεκριθη αυτοις ιησους αρτι πιστευετε 
32 ιδου ερχεται ωρα και εληλυθεν ινα σκορπισθητε εκαστος εις τα ιδια καμε μονον αφητε και ουκ ειμι μονος οτι ο πατηρ μετ εμου εστιν Zech 13:7, Matt 26:31, Mark 14:27, John 8:29, John 14:10
33 ταυτα λελαληκα υμιν ινα εν εμοι ειρηνην εχητε εν τω κοσμω θλιψιν εχετε αλλα θαρσειτε εγω νενικηκα τον κοσμον Isa 9:6, John 14:27, Rom 5:1, Eph 2:13, Col 1:20


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle