Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ταυτα ελαλησεν ιησους και επαρας τους οφθαλμους αυτου εις τον ουρανον ειπεν πατερ εληλυθεν η ωρα δοξασον σου τον υιον ινα ο υιος δοξαση σε John 12:23, John 13:32
2 καθως εδωκας αυτω εξουσιαν πασης σαρκος ινα παν ο δεδωκας αυτω δωση αυτοις ζωην αιωνιον Psa 8:6, Matt 11:27, Matt 28:18, Luke 10:22, John 3:35, John 5:27, 1 Cor 15:25, Phil 2:10, Heb 2:8
3 αυτη δε εστιν η αιωνιος ζωη ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλας ιησουν χριστον Isa 53:11, Jer 9:23
4 εγω σε εδοξασα επι της γης το εργον τελειωσας ο δεδωκας μοι ινα ποιησω John 13:32, John 14:13, John 4:34, John 19:30
5 και νυν δοξασον με συ πατερ παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι John 1:1, John 10:30, John 14:9
6 εφανερωσα σου το ονομα τοις ανθρωποις ους εδωκας μοι εκ του κοσμου σοι ησαν καμοι αυτους εδωκας και τον λογον σου τετηρηκαν 
7 νυν εγνωκαν οτι παντα οσα δεδωκας μοι παρα σου εισιν 
8 οτι τα ρηματα α εδωκας μοι δεδωκα αυτοις και αυτοι ελαβον και εγνωσαν αληθως οτι παρα σου εξηλθον και επιστευσαν οτι συ με απεστειλας John 16:27
9 εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκας μοι οτι σοι εισιν 
10 και τα εμα παντα σα εστιν και τα σα εμα και δεδοξασμαι εν αυτοις John 16:15
11 και ουκετι ειμι εν τω κοσμω και αυτοι εν τω κοσμω εισιν καγω προς σε ερχομαι πατερ αγιε τηρησον αυτους εν τω ονοματι σου ω δεδωκας μοι ινα ωσιν εν καθως ημεις 
12 οτε ημην μετ αυτων εγω ετηρουν αυτους εν τω ονοματι σου ω δεδωκας μοι και εφυλαξα και ουδεις εξ αυτων απωλετο ει μη ο υιος της απωλειας ινα η γραφη πληρωθη John 6:39, John 10:28, John 18:9, Isa 8:18, Heb 2:13, Psa 109:8
13 νυν δε προς σε ερχομαι και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν εαυτοις 
14 εγω δεδωκα αυτοις τον λογον σου και ο κοσμος εμισησεν αυτους οτι ουκ εισιν εκ του κοσμου καθως εγω ουκ ειμι εκ του κοσμου John 15:19
15 ουκ ερωτω ινα αρης αυτους εκ του κοσμου αλλ ινα τηρησης αυτους εκ του πονηρου 
16 εκ του κοσμου ουκ εισιν καθως εγω ουκ ειμι εκ του κοσμου 
17 αγιασον αυτους εν τη αληθεια ο λογος ο σος αληθεια εστιν John 8:40
18 καθως εμε απεστειλας εις τον κοσμον καγω απεστειλα αυτους εις τον κοσμον John 20:21
19 και υπερ αυτων [εγω] αγιαζω εμαυτον ινα ωσιν και αυτοι ηγιασμενοι εν αληθεια 1 Cor 1:2, 1 Cor 1:30, 1 Thess 4:7
20 ου περι τουτων δε ερωτω μονον αλλα και περι των πιστευοντων δια του λογου αυτων εις εμε 
21 ινα παντες εν ωσιν καθως συ πατερ εν εμοι καγω εν σοι ινα και αυτοι εν ημιν ωσιν ινα ο κοσμος πιστευη οτι συ με απεστειλας John 10:38, John 14:11, Gal 3:28
22 καγω την δοξαν ην δεδωκας μοι δεδωκα αυτοις ινα ωσιν εν καθως ημεις εν 
23 εγω εν αυτοις και συ εν εμοι ινα ωσιν τετελειωμενοι εις εν ινα γινωσκη ο κοσμος οτι συ με απεστειλας και ηγαπησας αυτους καθως εμε ηγαπησας 
24 πατερ ο δεδωκας μοι θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου ινα θεωρωσιν την δοξαν την εμην ην δεδωκας μοι οτι ηγαπησας με προ καταβολης κοσμου John 12:26, John 14:3
25 πατερ δικαιε και ο κοσμος σε ουκ εγνω εγω δε σε εγνων και ουτοι εγνωσαν οτι συ με απεστειλας John 15:21, John 16:3, John 17:8, John 16:27
26 και εγνωρισα αυτοις το ονομα σου και γνωρισω ινα η αγαπη ην ηγαπησας με εν αυτοις η καγω εν αυτοις 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle