Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ταυτα ειπων ιησους εξηλθεν συν τοις μαθηταις αυτου περαν του χειμαρρου του κεδρων οπου ην κηπος εις ον εισηλθεν αυτος και οι μαθηται αυτου 2 Sam 15:23, Matt 26:36, Mark 14:32, Luke 22:39
2 ηδει δε και ιουδας ο παραδιδους αυτον τον τοπον οτι πολλακις συνηχθη ιησους εκει μετα των μαθητων αυτου 
3 ο ουν ιουδας λαβων την σπειραν και εκ των αρχιερεων και εκ των φαρισαιων υπηρετας ερχεται εκει μετα φανων και λαμπαδων και οπλων Matt 26:47, Mark 14:23, Luke 22:47
4 ιησους ουν ειδως παντα τα ερχομενα επ αυτον εξηλθεν και λεγει αυτοις τινα ζητειτε 
5 απεκριθησαν αυτω ιησουν τον ναζωραιον λεγει αυτοις εγω ειμι ειστηκει δε και ιουδας ο παραδιδους αυτον μετ αυτων 
6 ως ουν ειπεν αυτοις εγω ειμι απηλθον εις τα οπισω και επεσαν χαμαι 
7 παλιν ουν επηρωτησεν αυτους τινα ζητειτε οι δε ειπαν ιησουν τον ναζωραιον 
8 απεκριθη ιησους ειπον υμιν οτι εγω ειμι ει ουν εμε ζητειτε αφετε τουτους υπαγειν 
9 ινα πληρωθη ο λογος ον ειπεν οτι ους δεδωκας μοι ουκ απωλεσα εξ αυτων ουδενα John 6:39, John 10:28, John 17:12
10 σιμων ουν πετρος εχων μαχαιραν ειλκυσεν αυτην και επαισεν τον του αρχιερεως δουλον και απεκοψεν αυτου το ωταριον το δεξιον ην δε ονομα τω δουλω μαλχος Matt 26:51, Mark 14:47, Luke 22:50
11 ειπεν ουν ο ιησους τω πετρω βαλε την μαχαιραν εις την θηκην το ποτηριον ο δεδωκεν μοι ο πατηρ ου μη πιω αυτο Matt 20:22, Matt 26:39
12 η ουν σπειρα και ο χιλιαρχος και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον 
13 και ηγαγον προς ανναν πρωτον ην γαρ πενθερος του καιαφα ος ην αρχιερευς του ενιαυτου εκεινου Matt 26:57, Mark 14:53, Luke 22:54, Luke 3:2
14 ην δε καιαφας ο συμβουλευσας τοις ιουδαιοις οτι συμφερει ενα ανθρωπον αποθανειν υπερ του λαου John 11:50
15 ηκολουθει δε τω ιησου σιμων πετρος και αλλος μαθητης ο δε μαθητης εκεινος ην γνωστος τω αρχιερει και συνεισηλθεν τω ιησου εις την αυλην του αρχιερεως Matt 26:58, Mark 14:54, Luke 22:54
16 ο δε πετρος ειστηκει προς τη θυρα εξω εξηλθεν ουν ο μαθητης ο αλλος ο γνωστος του αρχιερεως και ειπεν τη θυρωρω και εισηγαγεν τον πετρον 
17 λεγει ουν τω πετρω η παιδισκη η θυρωρος μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου λεγει εκεινος ουκ ειμι 
18 ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτες οτι ψυχος ην και εθερμαινοντο ην δε και ο πετρος μετ αυτων εστως και θερμαινομενος Matt 26:69, Mark 14:67, Luke 22:55
19 ο ουν αρχιερευς ηρωτησεν τον ιησουν περι των μαθητων αυτου και περι της διδαχης αυτου 
20 απεκριθη αυτω ιησους εγω παρρησια λελαληκα τω κοσμω εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω οπου παντες οι ιουδαιοι συνερχονται και εν κρυπτω ελαλησα ουδεν John 7:26
21 τι με ερωτας ερωτησον τους ακηκοοτας τι ελαλησα αυτοις ιδε ουτοι οιδασιν α ειπον εγω 
22 ταυτα δε αυτου ειποντος εις παρεστηκως των υπηρετων εδωκεν ραπισμα τω ιησου ειπων ουτως αποκρινη τω αρχιερει Jer 20:2, Acts 23:2
23 απεκριθη αυτω ιησους ει κακως ελαλησα μαρτυρησον περι του κακου ει δε καλως τι με δερεις 
24 απεστειλεν ουν αυτον ο αννας δεδεμενον προς καιαφαν τον αρχιερεα Matt 26:57, Mark 14:53, Luke 22:54
25 ην δε σιμων πετρος εστως και θερμαινομενος ειπον ουν αυτω μη και συ εκ των μαθητων αυτου ει ηρνησατο εκεινος και ειπεν ουκ ειμι Matt 26:71, Mark 14:69, Luke 22:58
26 λεγει εις εκ των δουλων του αρχιερεως συγγενης ων ου απεκοψεν πετρος το ωτιον ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου 
27 παλιν ουν ηρνησατο πετρος και ευθεως αλεκτωρ εφωνησεν John 13:38
28 αγουσιν ουν τον ιησουν απο του καιαφα εις το πραιτωριον ην δε πρωι και αυτοι ουκ εισηλθον εις το πραιτωριον ινα μη μιανθωσιν αλλα φαγωσιν το πασχα Matt 27:1, Mark 15:1, Luke 22:66, Luke 23:1, Acts 10:28, Acts 11:3
29 εξηλθεν ουν ο πιλατος εξω προς αυτους και φησιν τινα κατηγοριαν φερετε [κατα] του ανθρωπου τουτου 
30 απεκριθησαν και ειπαν αυτω ει μη ην ουτος κακον ποιων ουκ αν σοι παρεδωκαμεν αυτον 
31 ειπεν ουν αυτοις ο πιλατος λαβετε αυτον υμεις και κατα τον νομον υμων κρινατε αυτον ειπον αυτω οι ιουδαιοι ημιν ουκ εξεστιν αποκτειναι ουδενα 
32 ινα ο λογος του ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν Matt 20:19, John 12:32
33 εισηλθεν ουν παλιν εις το πραιτωριον ο πιλατος και εφωνησεν τον ιησουν και ειπεν αυτω συ ει ο βασιλευς των ιουδαιων Matt 27:11, Mark 15:2, Luke 23:3
34 απεκριθη ιησους απο σεαυτου συ τουτο λεγεις η αλλοι ειπον σοι περι εμου 
35 απεκριθη ο πιλατος μητι εγω ιουδαιος ειμι το εθνος το σον και οι αρχιερεις παρεδωκαν σε εμοι τι εποιησας 
36 απεκριθη ιησους η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη οι υπηρεται οι εμοι ηγωνιζοντο [αν] ινα μη παραδοθω τοις ιουδαιοις νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν John 6:15, 1 Tim 6:13
37 ειπεν ουν αυτω ο πιλατος ουκουν βασιλευς ει συ απεκριθη ο ιησους συ λεγεις οτι βασιλευς ειμι εγω εις τουτο γεγεννημαι και εις τουτο εληλυθα εις τον κοσμον ινα μαρτυρησω τη αληθεια πας ο ων εκ της αληθειας ακουει μου της φωνης 
38 λεγει αυτω ο πιλατος τι εστιν αληθεια και τουτο ειπων παλιν εξηλθεν προς τους ιουδαιους και λεγει αυτοις εγω ουδεμιαν ευρισκω εν αυτω αιτιαν Matt 27:24, Luke 23:4
39 εστιν δε συνηθεια υμιν ινα ενα απολυσω υμιν εν τω πασχα βουλεσθε ουν απολυσω υμιν τον βασιλεα των ιουδαιων Matt 27:15, Mark 15:6, Luke 23:17
40 εκραυγασαν ουν παλιν λεγοντες μη τουτον αλλα τον βαραββαν ην δε ο βαραββας ληστης Acts 3:14, Matt 27:16, Mark 15:7, Luke 23:19


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle