Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τη δε μια των σαββατων μαρια η μαγδαληνη ερχεται πρωι σκοτιας ετι ουσης εις το μνημειον και βλεπει τον λιθον ηρμενον εκ του μνημειου Matt 28:1, Mark 16:1, Luke 24:1
2 τρεχει ουν και ερχεται προς σιμωνα πετρον και προς τον αλλον μαθητην ον εφιλει ο ιησους και λεγει αυτοις ηραν τον κυριον εκ του μνημειου και ουκ οιδαμεν που εθηκαν αυτον John 13:23, John 21:7, John 21:20
3 εξηλθεν ουν ο πετρος και ο αλλος μαθητης και ηρχοντο εις το μνημειον Luke 24:12
4 ετρεχον δε οι δυο ομου και ο αλλος μαθητης προεδραμεν ταχιον του πετρου και ηλθεν πρωτος εις το μνημειον 
5 και παρακυψας βλεπει κειμενα τα οθονια ου μεντοι εισηλθεν John 19:40
6 ερχεται ουν και σιμων πετρος ακολουθων αυτω και εισηλθεν εις το μνημειον και θεωρει τα οθονια κειμενα 
7 και το σουδαριον ο ην επι της κεφαλης αυτου ου μετα των οθονιων κειμενον αλλα χωρις εντετυλιγμενον εις ενα τοπον John 11:44
8 τοτε ουν εισηλθεν και ο αλλος μαθητης ο ελθων πρωτος εις το μνημειον και ειδεν και επιστευσεν 
9 ουδεπω γαρ ηδεισαν την γραφην οτι δει αυτον εκ νεκρων αναστηναι Psa 16:10, Acts 2:25, Acts 2:31, Acts 13:35
10 απηλθον ουν παλιν προς αυτους οι μαθηται 
11 μαρια δε ειστηκει προς τω μνημειω εξω κλαιουσα ως ουν εκλαιεν παρεκυψεν εις το μνημειον Matt 28:1, Mark 16:5, Luke 24:4
12 και θεωρει δυο αγγελους εν λευκοις καθεζομενους ενα προς τη κεφαλη και ενα προς τοις ποσιν οπου εκειτο το σωμα του ιησου 
13 και λεγουσιν αυτη εκεινοι γυναι τι κλαιεις λεγει αυτοις οτι ηραν τον κυριον μου και ουκ οιδα που εθηκαν αυτον 
14 ταυτα ειπουσα εστραφη εις τα οπισω και θεωρει τον ιησουν εστωτα και ουκ ηδει οτι ιησους εστιν Matt 28:9, Mark 16:9
15 λεγει αυτη ιησους γυναι τι κλαιεις τινα ζητεις εκεινη δοκουσα οτι ο κηπουρος εστιν λεγει αυτω κυριε ει συ εβαστασας αυτον ειπε μοι που εθηκας αυτον καγω αυτον αρω 
16 λεγει αυτη ιησους μαριαμ στραφεισα εκεινη λεγει αυτω εβραιστι ραββουνι ο λεγεται διδασκαλε 
17 λεγει αυτη ιησους μη μου απτου ουπω γαρ αναβεβηκα προς τον πατερα πορευου δε προς τους αδελφους μου και ειπε αυτοις αναβαινω προς τον πατερα μου και πατερα υμων και θεον μου και θεον υμων Psa 22:22, Matt 28:10, Heb 2:11, John 16:28
18 ερχεται μαριαμ η μαγδαληνη αγγελλουσα τοις μαθηταις οτι εωρακα τον κυριον και ταυτα ειπεν αυτη Matt 28:8, Mark 16:10, Luke 24:9
19 ουσης ουν οψιας τη ημερα εκεινη τη μια σαββατων και των θυρων κεκλεισμενων οπου ησαν οι μαθηται δια τον φοβον των ιουδαιων ηλθεν ο ιησους και εστη εις το μεσον και λεγει αυτοις ειρηνη υμιν Mark 16:14, Luke 24:36, 1 Cor 15:5
20 και τουτο ειπων εδειξεν τας χειρας και την πλευραν αυτοις εχαρησαν ουν οι μαθηται ιδοντες τον κυριον John 16:22
21 ειπεν ουν αυτοις [ο ιησους] παλιν ειρηνη υμιν καθως απεσταλκεν με ο πατηρ καγω πεμπω υμας Isa 61:1, Matt 28:19, Mark 16:15, Luke 4:18, John 17:18
22 και τουτο ειπων ενεφυσησεν και λεγει αυτοις λαβετε πνευμα αγιον 
23 αν τινων αφητε τας αμαρτιας αφεωνται αυτοις αν τινων κρατητε κεκρατηνται Matt 16:19, Matt 18:18
24 θωμας δε εις εκ των δωδεκα ο λεγομενος διδυμος ουκ ην μετ αυτων οτε ηλθεν ιησους 
25 ελεγον ουν αυτω οι αλλοι μαθηται εωρακαμεν τον κυριον ο δε ειπεν αυτοις εαν μη ιδω εν ταις χερσιν αυτου τον τυπον των ηλων και βαλω τον δακτυλον μου εις τον τυπον των ηλων και βαλω μου την χειρα εις την πλευραν αυτου ου μη πιστευσω 
26 και μεθ ημερας οκτω παλιν ησαν εσω οι μαθηται αυτου και θωμας μετ αυτων ερχεται ο ιησους των θυρων κεκλεισμενων και εστη εις το μεσον και ειπεν ειρηνη υμιν 
27 ειτα λεγει τω θωμα φερε τον δακτυλον σου ωδε και ιδε τας χειρας μου και φερε την χειρα σου και βαλε εις την πλευραν μου και μη γινου απιστος αλλα πιστος 1 John 1:1
28 απεκριθη θωμας και ειπεν αυτω ο κυριος μου και ο θεος μου 
29 λεγει αυτω ο ιησους οτι εωρακας με πεπιστευκας μακαριοι οι μη ιδοντες και πιστευσαντες 1 Pet 1:8
30 πολλα μεν ουν και αλλα σημεια εποιησεν ο ιησους ενωπιον των μαθητων [αυτου] α ουκ εστιν γεγραμμενα εν τω βιβλιω τουτω John 21:25
31 ταυτα δε γεγραπται ινα πιστευ[ς]ητε οτι ιησους εστιν ο χριστος ο υιος του θεου και ινα πιστευοντες ζωην εχητε εν τω ονοματι αυτου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle