Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 μετα ταυτα απηλθεν ο ιησους περαν της θαλασσης της γαλιλαιας της τιβεριαδος 
2 ηκολουθει δε αυτω οχλος πολυς οτι εθεωρουν τα σημεια α εποιει επι των ασθενουντων 
3 ανηλθεν δε εις το ορος ιησους και εκει εκαθητο μετα των μαθητων αυτου 
4 ην δε εγγυς το πασχα η εορτη των ιουδαιων Ex 12:18, Lev 23:5, Lev 23:7, Num 28:16, Deut 16:1
5 επαρας ουν τους οφθαλμους ο ιησους και θεασαμενος οτι πολυς οχλος ερχεται προς αυτον λεγει προς φιλιππον ποθεν αγορασωμεν αρτους ινα φαγωσιν ουτοι Matt 14:14, Mark 6:34, Luke 9:13
6 τουτο δε ελεγεν πειραζων αυτον αυτος γαρ ηδει τι εμελλεν ποιειν 
7 απεκριθη αυτω [ο] φιλιππος διακοσιων δηναριων αρτοι ουκ αρκουσιν αυτοις ινα εκαστος βραχυ [τι] λαβη 
8 λεγει αυτω εις εκ των μαθητων αυτου ανδρεας ο αδελφος σιμωνος πετρου 
9 εστιν παιδαριον ωδε ος εχει πεντε αρτους κριθινους και δυο οψαρια αλλα ταυτα τι εστιν εις τοσουτους 2 Kin 4:43
10 ειπεν ο ιησους ποιησατε τους ανθρωπους αναπεσειν ην δε χορτος πολυς εν τω τοπω ανεπεσαν ουν οι ανδρες τον αριθμον ως πεντακισχιλιοι 
11 ελαβεν ουν τους αρτους ο ιησους και ευχαριστησας διεδωκεν τοις ανακειμενοις ομοιως και εκ των οψαριων οσον ηθελον 1 Sam 9:13
12 ως δε ενεπλησθησαν λεγει τοις μαθηταις αυτου συναγαγετε τα περισσευσαντα κλασματα ινα μη τι αποληται 
13 συνηγαγον ουν και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσαν τοις βεβρωκοσιν 
14 οι ουν ανθρωποι ιδοντες ο εποιησεν σημειον ελεγον οτι ουτος εστιν αληθως ο προφητης ο ερχομενος εις τον κοσμον Luke 7:16, Luke 24:19, John 4:19
15 ιησους ουν γνους οτι μελλουσιν ερχεσθαι και αρπαζειν αυτον ινα ποιησωσιν βασιλεα ανεχωρησεν παλιν εις το ορος αυτος μονος 
16 ως δε οψια εγενετο κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν Matt 14:23, Mark 6:47
17 και εμβαντες εις πλοιον ηρχοντο περαν της θαλασσης εις καφαρναουμ και σκοτια ηδη εγεγονει και ουπω εληλυθει προς αυτους ο ιησους 
18 η τε θαλασσα ανεμου μεγαλου πνεοντος διεγειρετο 
19 εληλακοτες ουν ως σταδιους εικοσι πεντε η τριακοντα θεωρουσιν τον ιησουν περιπατουντα επι της θαλασσης και εγγυς του πλοιου γινομενον και εφοβηθησαν 
20 ο δε λεγει αυτοις εγω ειμι μη φοβεισθε 
21 ηθελον ουν λαβειν αυτον εις το πλοιον και ευθεως εγενετο το πλοιον επι της γης εις ην υπηγον 
22 τη επαυριον ο οχλος ο εστηκως περαν της θαλασσης ειδον οτι πλοιαριον αλλο ουκ ην εκει ει μη εν και οτι ου συνεισηλθεν τοις μαθηταις αυτου ο ιησους εις το πλοιον αλλα μονοι οι μαθηται αυτου απηλθον 
23 αλλα ηλθεν πλοι[αρι]α εκ τιβεριαδος εγγυς του τοπου οπου εφαγον τον αρτον ευχαριστησαντος του κυριου 
24 οτε ουν ειδεν ο οχλος οτι ιησους ουκ εστιν εκει ουδε οι μαθηται αυτου ενεβησαν αυτοι εις τα πλοιαρια και ηλθον εις καφαρναουμ ζητουντες τον ιησουν 
25 και ευροντες αυτον περαν της θαλασσης ειπον αυτω ραββι ποτε ωδε γεγονας 
26 απεκριθη αυτοις ο ιησους και ειπεν αμην αμην λεγω υμιν ζητειτε με ουχ οτι ειδετε σημεια αλλ οτι εφαγετε εκ των αρτων και εχορτασθητε 
27 εργαζεσθε μη την βρωσιν την απολλυμενην αλλα την βρωσιν την μενουσαν εις ζωην αιωνιον ην ο υιος του ανθρωπου υμιν δωσει τουτον γαρ ο πατηρ εσφραγισεν ο θεος John 6:40, John 6:54, John 3:16, John 4:14, Matt 3:17, Matt 17:5, Mark 1:11, Mark 9:7, Luke 3:22, Luke 9:35, John 1:33, John 5:37, John 8:18, 2 Pet 1:17
28 ειπον ουν προς αυτον τι ποιωμεν ινα εργαζωμεθα τα εργα του θεου 
29 απεκριθη [ο] ιησους και ειπεν αυτοις τουτο εστιν το εργον του θεου ινα πιστευητε εις ον απεστειλεν εκεινος 1 John 3:23
30 ειπον ουν αυτω τι ουν ποιεις συ σημειον ινα ιδωμεν και πιστευσωμεν σοι τι εργαζη Matt 12:38, Matt 16:1, Mark 8:11, Luke 11:29, 1 Cor 1:22
31 οι πατερες ημων το μαννα εφαγον εν τη ερημω καθως εστιν γεγραμμενον αρτον εκ του ουρανου εδωκεν αυτοις φαγειν Ex 16:4, Ex 16:14, Num 11:7, Psa 78:24, 1 Cor 10:3
32 ειπεν ουν αυτοις ο ιησους αμην αμην λεγω υμιν ου μωυσης δεδωκεν υμιν τον αρτον εκ του ουρανου αλλ ο πατηρ μου διδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινον 
33 ο γαρ αρτος του θεου εστιν ο καταβαινων εκ του ουρανου και ζωην διδους τω κοσμω 
34 ειπον ουν προς αυτον κυριε παντοτε δος ημιν τον αρτον τουτον 
35 ειπεν αυτοις ο ιησους εγω ειμι ο αρτος της ζωης ο ερχομενος προς εμε ου μη πειναση και ο πιστευων εις εμε ου μη διψησει πωποτε Isa 55:1, John 4:14, John 7:37
36 αλλ ειπον υμιν οτι και εωρακατε [με] και ου πιστευετε 
37 παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει και τον ερχομενον προς εμε ου μη εκβαλω εξω 
38 οτι καταβεβηκα απο του ουρανου ουχ ινα ποιω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με Matt 26:39, Mark 14:36, Luke 22:42, John 5:30
39 τουτο δε εστιν το θελημα του πεμψαντος με ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου αλλα αναστησω αυτο [εν] τη εσχατη ημερα John 10:28, John 17:12, John 18:9
40 τουτο γαρ εστιν το θελημα του πατρος μου ινα πας ο θεωρων τον υιον και πιστευων εις αυτον εχη ζωην αιωνιον και αναστησω αυτον εγω [εν] τη εσχατη ημερα John 6:27, John 6:54, John 3:16, John 4:14
41 εγογγυζον ουν οι ιουδαιοι περι αυτου οτι ειπεν εγω ειμι ο αρτος ο καταβας εκ του ουρανου 
42 και ελεγον ουχ ουτος εστιν ιησους ο υιος ιωσηφ ου ημεις οιδαμεν τον πατερα και την μητερα πως νυν λεγει οτι εκ του ουρανου καταβεβηκα Matt 13:55, Mark 6:3
43 απεκριθη ιησους και ειπεν αυτοις μη γογγυζετε μετ αλληλων 
44 ουδεις δυναται ελθειν προς με εαν μη ο πατηρ ο πεμψας με ελκυση αυτον καγω αναστησω αυτον εν τη εσχατη ημερα John 6:65, Song 1:4
45 εστιν γεγραμμενον εν τοις προφηταις και εσονται παντες διδακτοι θεου πας ο ακουσας παρα του πατρος και μαθων ερχεται προς εμε Isa 54:13, Jer 31:33, Heb 8:10, Heb 10:16
46 ουχ οτι τον πατερα εωρακεν τις ει μη ο ων παρα του θεου ουτος εωρακεν τον πατερα Matt 11:27, Luke 10:22, John 1:18, John 7:29, John 8:19
47 αμην αμην λεγω υμιν ο πιστευων εχει ζωην αιωνιον John 3:16, John 3:36
48 εγω ειμι ο αρτος της ζωης 
49 οι πατερες υμων εφαγον εν τη ερημω το μαννα και απεθανον Ex 16:4, Num 11:7, Psa 78:24
50 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβαινων ινα τις εξ αυτου φαγη και μη αποθανη 
51 εγω ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβας εαν τις φαγη εκ τουτου του αρτου ζησει εις τον αιωνα και ο αρτος δε ον εγω δωσω η σαρξ μου εστιν υπερ της του κοσμου ζωης John 11:26, Heb 10:5, Heb 10:10
52 εμαχοντο ουν προς αλληλους οι ιουδαιοι λεγοντες πως δυναται ουτος ημιν δουναι την σαρκα [αυτου] φαγειν John 3:9
53 ειπεν ουν αυτοις ο ιησους αμην αμην λεγω υμιν εαν μη φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε αυτου το αιμα ουκ εχετε ζωην εν εαυτοις 
54 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εχει ζωην αιωνιον καγω αναστησω αυτον τη εσχατη ημερα John 6:27, John 6:40, John 3:16, John 4:14
55 η γαρ σαρξ μου αληθης εστιν βρωσις και το αιμα μου αληθης εστιν ποσις 
56 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εν εμοι μενει καγω εν αυτω 
57 καθως απεστειλεν με ο ζων πατηρ καγω ζω δια τον πατερα και ο τρωγων με κακεινος ζησει δι εμε 
58 ουτος εστιν ο αρτος ο εξ ουρανου καταβας ου καθως εφαγον οι πατερες και απεθανον ο τρωγων τουτον τον αρτον ζησει εις τον αιωνα John 3:13
59 ταυτα ειπεν εν συναγωγη διδασκων εν καφαρναουμ 
60 πολλοι ουν ακουσαντες εκ των μαθητων αυτου ειπαν σκληρος εστιν ο λογος ουτος τις δυναται αυτου ακουειν 
61 ειδως δε ο ιησους εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου ειπεν αυτοις τουτο υμας σκανδαλιζει 
62 εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον Mark 16:19, Luke 24:50, John 3:13, Acts 1:9, Eph 4:8
63 το πνευμα εστιν το ζωοποιουν η σαρξ ουκ ωφελει ουδεν τα ρηματα α εγω λελαληκα υμιν πνευμα εστιν και ζωη εστιν 2 Cor 3:6
64 αλλ εισιν εξ υμων τινες οι ου πιστευουσιν ηδει γαρ εξ αρχης ο ιησους τινες εισιν οι μη πιστευοντες και τις εστιν ο παραδωσων αυτον John 2:25, John 13:11
65 και ελεγεν δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με εαν μη η δεδομενον αυτω εκ του πατρος John 6:44
66 εκ τουτου πολλοι [εκ] των μαθητων αυτου απηλθον εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν 
67 ειπεν ουν ο ιησους τοις δωδεκα μη και υμεις θελετε υπαγειν 
68 απεκριθη αυτω σιμων πετρος κυριε προς τινα απελευσομεθα ρηματα ζωης αιωνιου εχεις Acts 5:20
69 και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο αγιος του θεου Matt 16:16, Mark 8:29, Luke 9:20, John 11:27
70 απεκριθη αυτοις ο ιησους ουκ εγω υμας τους δωδεκα εξελεξαμην και εξ υμων εις διαβολος εστιν Luke 6:13
71 ελεγεν δε τον ιουδαν σιμωνος ισκαριωτου ουτος γαρ εμελλεν παραδιδοναι αυτον εις εκ των δωδεκα 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle