Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και μετα ταυτα περιεπατει ο ιησους εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι 
2 ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια Lev 23:34
3 ειπον ουν προς αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησουσιν σου τα εργα α ποιεις 
4 ουδεις γαρ τι εν κρυπτω ποιει και ζητει αυτος εν παρρησια ειναι ει ταυτα ποιεις φανερωσον σεαυτον τω κοσμω 
5 ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον Mark 3:21
6 λεγει ουν αυτοις ο ιησους ο καιρος ο εμος ουπω παρεστιν ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος 
7 ου δυναται ο κοσμος μισειν υμας εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν John 14:17, John 15:18, John 3:19
8 υμεις αναβητε εις την εορτην εγω ουκ αναβαινω εις την εορτην ταυτην οτι ο εμος καιρος ουπω πεπληρωται John 8:20
9 ταυτα δε ειπων αυτος εμεινεν εν τη γαλιλαια 
10 ως δε ανεβησαν οι αδελφοι αυτου εις την εορτην τοτε και αυτος ανεβη ου φανερως αλλα [ως] εν κρυπτω 
11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος John 11:56
12 και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις οι μεν ελεγον οτι αγαθος εστιν αλλοι [δε] ελεγον ου αλλα πλανα τον οχλον John 9:16, John 10:19, John 7:40, Matt 21:46, Luke 7:16, John 6:14
13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων John 9:22, John 12:42, John 19:38
14 ηδη δε της εορτης μεσουσης ανεβη ιησους εις το ιερον και εδιδασκεν 
15 εθαυμαζον ουν οι ιουδαιοι λεγοντες πως ουτος γραμματα οιδεν μη μεμαθηκως 
16 απεκριθη ουν αυτοις [ο] ιησους και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με John 3:11, John 8:28, John 12:49, John 14:10, John 14:24
17 εαν τις θελη το θελημα αυτου ποιειν γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω 
18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν 
19 ου μωυσης δεδωκεν υμιν τον νομον και ουδεις εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι Ex 20:1, Ex 24:3, Acts 7:53, Matt 12:14, Mark 3:6, John 5:18, John 10:39, John 11:53
20 απεκριθη ο οχλος δαιμονιον εχεις τις σε ζητει αποκτειναι John 8:48, John 8:52, John 10:20
21 απεκριθη ιησους και ειπεν αυτοις εν εργον εποιησα και παντες θαυμαζετε 
22 δια τουτο μωυσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωυσεως εστιν αλλ εκ των πατερων και εν σαββατω περιτεμνετε ανθρωπον Lev 12:3, Gen 17:10
23 ει περιτομην λαμβανει ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω 
24 μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινετε Deut 1:16, Prov 24:23, Ja 2:1
25 ελεγον ουν τινες εκ των ιεροσολυμιτων ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι 
26 και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν ο χριστος 
27 αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν Matt 13:55, Mark 6:3, Luke 4:22
28 εκραξεν ουν εν τω ιερω διδασκων ο ιησους και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινος ο πεμψας με ον υμεις ουκ οιδατε John 5:43, John 8:42, John 8:26, Rom 3:4
29 εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινος με απεστειλεν John 10:15
30 εζητουν ουν αυτον πιασαι και ουδεις επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου Mark 11:18, Luke 19:47, Luke 20:19, John 7:19, John 8:37, John 8:20
31 εκ του οχλου δε πολλοι επιστευσαν εις αυτον και ελεγον ο χριστος οταν ελθη μη πλειονα σημεια ποιησει ων ουτος εποιησεν John 8:30
32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα και απεστειλαν οι αρχιερεις και οι φαρισαιοι υπηρετας ινα πιασωσιν αυτον 
33 ειπεν ουν ο ιησους ετι χρονον μικρον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με John 16:16
34 ζητησετε με και ουχ ευρησετε [με] και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν John 8:21, John 13:33
35 ειπον ουν οι ιουδαιοι προς εαυτους που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας 
36 τις εστιν ο λογος ουτος ον ειπεν ζητησετε με και ουχ ευρησετε [με] και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν 
37 εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων εαν τις διψα ερχεσθω προς με και πινετω Lev 23:36, Isa 55:1, John 6:35, Rev 22:17
38 ο πιστευων εις εμε καθως ειπεν η γραφη ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος Isa 12:3
39 τουτο δε ειπεν περι του πνευματος ο εμελλον λαμβανειν οι πιστευσαντες εις αυτον ουπω γαρ ην πνευμα οτι ιησους ουδεπω εδοξασθη Isa 44:3, Joel 2:28, Acts 2:17
40 εκ του οχλου ουν ακουσαντες των λογων τουτων ελεγον ουτος εστιν αληθως ο προφητης Matt 21:46, Luke 7:16, John 6:14
41 αλλοι ελεγον ουτος εστιν ο χριστος οι δε ελεγον μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται John 4:42, John 1:46
42 ουχ η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης οπου ην δαυιδ ερχεται ο χριστος Psa 132:11, Mic 5:2, Matt 2:6
43 σχισμα ουν εγενετο εν τω οχλω δι αυτον 
44 τινες δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεις επεβαλεν επ αυτον τας χειρας 
45 ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους και ειπον αυτοις εκεινοι δια τι ουκ ηγαγετε αυτον 
46 απεκριθησαν οι υπηρεται ουδεποτε ελαλησεν ουτως ανθρωπος 
47 απεκριθησαν ουν αυτοις οι φαρισαιοι μη και υμεις πεπλανησθε 
48 μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων Isa 33:18, John 12:42, 1 Cor 1:20, 1 Cor 2:8
49 αλλα ο οχλος ουτος ο μη γινωσκων τον νομον επαρατοι εισιν 
50 λεγει νικοδημος προς αυτους ο ελθων προς αυτον [το] προτερον εις ων εξ αυτων John 3:2, John 19:39
51 μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση πρωτον παρ αυτου και γνω τι ποιει Ex 23:1, Lev 19:15, Deut 1:17, Deut 17:8, Deut 19:15
52 απεκριθησαν και ειπαν αυτω μη και συ εκ της γαλιλαιας ει εραυνησον και ιδε οτι εκ της γαλιλαιας προφητης ουκ εγειρεται 
53 [[και επορευθησαν εκαστος εις τον οικον αυτου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle