Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ανηρ δε τις εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης 
2 ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος 
3 ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε 
4 ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον εμπροσθεν του θεου 
5 και νυν πεμψον ανδρας εις ιοππην και μεταπεμψαι σιμωνα τινα ος επικαλειται πετρος 
6 ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν 
7 ως δε απηλθεν ο αγγελος ο λαλων αυτω φωνησας δυο των οικετων και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω 
8 και εξηγησαμενος απαντα αυτοις απεστειλεν αυτους εις την ιοππην 
9 τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην 2 Kin 4:33, Matt 6:6
10 εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε αυτων εγενετο επ αυτον εκστασις 
11 και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενον επι της γης 
12 εν ω υπηρχεν παντα τα τετραποδα και ερπετα της γης και πετεινα του ουρανου 
13 και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε 
14 ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον και ακαθαρτον Lev 11:4, Deut 14:7
15 και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου Matt 15:11, Rom 14:17, Rom 14:20, 1 Tim 4:4, Tit 1:15
16 τουτο δε εγενετο επι τρις και ευθυς ανελημφθη το σκευος εις τον ουρανον 
17 ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν ιδου οι ανδρες οι απεσταλμενοι υπο του κορνηλιου διερωτησαντες την οικιαν του σιμωνος επεστησαν επι τον πυλωνα 
18 και φωνησαντες επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται 
19 του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν [αυτω] το πνευμα ιδου ανδρες τρεις ζητουντες σε 
20 αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος οτι εγω απεσταλκα αυτους Acts 15:7
21 καταβας δε πετρος προς τους ανδρας ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε 
22 οι δε ειπαν κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου 
23 εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον αναστας εξηλθεν συν αυτοις και τινες των αδελφων των απο ιοππης συνηλθον αυτω 
24 τη δε επαυριον εισηλθεν εις την καισαρειαν ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους 
25 ως δε εγενετο του εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν 
26 ο δε πετρος ηγειρεν αυτον λεγων αναστηθι και εγω αυτος ανθρωπος ειμι Acts 14:14, Rev 19:10, Rev 22:9
27 και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους 
28 εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω καμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον Ex 23:32, Ex 34:15, Deut 7:2, John 4:9, John 18:28, Acts 11:3, Acts 15:8, Eph 3:6
29 διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με 
30 και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην την ενατην προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα Matt 28:3, Mark 16:5, Luke 24:4
31 και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου 
32 πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν 
33 εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του κυριου 
34 ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωπολημπτης ο θεος Deut 10:17, 2 Chr 19:7, Job 34:19, Rom 2:11, Gal 2:6, Eph 6:9, Col 3:25, 1 Pet 1:17
35 αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν Isa 56:6
36 τον λογον [ον] απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος Isa 9:6, Isa 52:7, John 16:33, Rom 5:1, Col 1:20
37 υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης Isa 9:1, Isa 9:2, Matt 4:12, Mark 1:14, Mark 1:38, Luke 4:14
38 ιησουν τον απο ναζαρεθ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου Psa 45:7, Isa 61:1, Luke 4:18
39 και ημεις μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και [εν] ιερουσαλημ ον και ανειλαν κρεμασαντες επι ξυλου 
40 τουτον ο θεος ηγειρεν [εν] τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι Mark 16:14, Luke 24:34, John 20:19, Acts 2:24, 1 Cor 15:5
41 ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων 
42 και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι ουτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων Matt 28:19, Mark 16:15, John 15:16, Acts 17:31
43 τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον Gen 3:15, Gen 22:18, Gen 26:4, Gen 49:10, Deut 18:15, Psa 132:11, Isa 4:2, Isa 7:14, Isa 9:6, Isa 40:10, Jer 23:5, Jer 33:14, Ezek 34:23, Ezek 37:24, Dan 9:24, Mic 7:20, Acts 15:9
44 ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον Acts 8:17
45 και εξεστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθαν τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματος εκκεχυται 
46 ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη πετρος Mark 16:17, Acts 2:4
47 μητι το υδωρ δυναται κωλυσαι τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις Acts 8:36, Acts 11:17
48 προσεταξεν δε αυτους εν τω ονοματι ιησου χριστου βαπτισθηναι τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle